Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

9.14 ἐῶ γὰρ λέγειν τούς τε στρατιώτας καὶ τοὺς στρατιωτῶν ἄρχοντας, ὧν τῆς τε φιλοφροσύνης καὶ μεγαλοψυχίας ἀπώνασθε· ὧν δὴ αὐτοῖς ἕνεκα ἐς τοῦτο τύχης τὰ πράγματα ἥκει.
9.15 ὑμῶν δὲ οἰέσθω μηδεὶς μήτε ὑπὸ νέου φιλοτιμίας τὰ ὀνείδη ταῦτα ἐς αὐτοὺς φέρεσθαι μήτε με ἅτε βαρβάρων ἄρχοντα κομπωδεστέρους ποιεῖσθαι τοὺς λόγους.
9.16 οὐ γὰρ ἡμετέρας ἀρετῆς ἔργον εἶναί φημι τὴν τῶν ἀνδρῶν ἐπικράτησιν, ἀλλὰ τίσιν τινὰ ἰσχυρίζομαι τῆς εἰς ὑμᾶς ἀδικίας αὐτοὺς μετελθεῖν.
9.17 καίτοι πῶς οὐκ ἂν τῶν ἀτοπωτάτων δόξειεν εἶναι τὸν μὲν θεὸν ὑπὲρ ὑμῶν αὐτοὺς τίννυσθαι, ὑμᾶς δὲ τῇ τούτων ἐμφιλοχωρεῖν ἀτοπίᾳ καὶ τῶν ἐντεῦθεν οὐκ ἐθέλειν ἀπηλλάχθαι κακῶν; δότε τοίνυν τινὰ πρόφασιν ὑμῖν μὲν αὐτοῖς τῆς ἐς τοὺς Γότθους ἀπολογίας,
9.18 ἡμῖν δὲ τῆς ἐς ὑμᾶς συγγνώμης. δώσετε δέ, ἤν γε μὴ ἀναμενοῦντες τὸ τοῦ πολέμου πέρας, ἀλλ’ ἔτι βραχείας τινὸς καὶ ταύτης ἀνονήτου ὑμῖν ἀπολελειμμένης ἐλπίδος ἕλησθε μὲν τὰ κρείσσω, ἐπανορθώσητε δὲ τὰ ἐς ἡμᾶς οὐ δέον ὑμῖν πεπραγμένα.”
9.19 Τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. ἐγχειρίσας δὲ αὐτὴν τῶν τισιν αἰχμαλώτων ὁ Τουτίλας ἐπὶ Ῥώμης ἐκέλευεν ἰόντας τοῖς ἐκ βουλῆς διδόναι.
9.20 καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν. Ἰωάννης δὲ τοὺς τὸ γράμμα τοῦτο ἰδόντας ἀποκρίνασθαί τι πρὸς Τουτίλαν διεκώλυσε. διὸ δὴ αὖθις ὁ Τουτίλας γράψας γραμμάτια πολλά, ὅρκους τε αὐτοῖς τοὺς δεινοτάτους ἐνθέμενος διαρρήδην ἀπώμοσε μήποτε Ῥωμαίων τινὰ κακόν τι ἐργάσασθαι Γότθους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi