Kitap 7
9.6
οἵ τε ἄλλοι ἄρχοντες, ὥσπερ τὴν γνώμην ἐπιψηφίζοντες, ἐν τούτῳ δὴ τῷ γραμματείῳ τὴν ὁμολογίαν ἐσήμαινον τῆς ἐς τὴν ἀγωνίαν ὀκνήσεως. Ἰταλιώταις μὲν τὰ πράγματα ἐφέρετο τῇδε. Τουτίλας δὲ Ῥωμαίων τῇ βουλῇ ἐπιστολὴν ἔπεμψεν.
9.7
ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ὅσοι μὲν ἀδικοῦσι τοὺς πέλας ἢ προλαβούσης ἀγνοίας ἴσως ἢ λήθης ἐπιγενομένης τινός, τούτοις ἄξιον τοὺς τὰ δεινὰ πεπονθότας συγγνώμονας εἶναι. τὸ γὰρ τῆς ἁμαρτάδος ξυμπεσὸν αἴτιον τῶν ἐγκλημάτων αὐτοῖς παραιτεῖται τὸ πλεῖστον.
9.8
ἢν δέ τις ἐκ προνοίας ἀδικῇ μόνης, τούτῳ δὲ μηδὲ ἀντιλέγειν ποτὲ περὶ τῶν πεπραγμένων λελείψεται.
9.9
οὐ γὰρ τοῦ ἔργου μόνον, ἀλλὰ καὶ τῆς γνώμης αὐτὸς φέρεσθαι τὴν αἰτίαν δίκαιος ἂν εἴη.
9.10
οὐκοῦν, ἐπειδὴ ταῦτα οὕτως ἔχει, λογίζεσθε ἤδη τί ποτε ἄρα ὑμῖν ἀπολελογῆσθαι πρὸς τὰ ἐς Γότθους εἰργασμένα ξυμβήσεται· πότερα ὑμᾶς ἀγνοεῖν τὰς Θευδερίχου τε καὶ Ἀμαλασούνθης εὐεργεσίας τετύχηκεν, ἢ χρόνῳ τε αὐτὰς καὶ λήθῃ ἐν ὑμῖν ἐξιτήλους εἶναι;
9.11
καίτοι οὐκ ἔστι τούτων οὐδέτερον. οὐ γὰρ ἐπὶ φαύλοις τισὶν οὐδὲ εἰς τοὺς ὑμετέρους τὰς χάριτας αὐτούς, κατὰ δὴ τὸν παλαιὸν χρόνον, ἐπιδεδεῖχθαι ξυνέβη, ἀλλ’ ἐν τοῖς ἀναγκαιοτάτοις ἔς γε ὑμᾶς αὐτοὺς ἔναγχός τε καὶ ἐξ ὑπογυίου, ὦ φίλοι Ῥωμαῖοι.
9.12
ἀλλὰ τὴν Γραικῶν ἐς τὸ ὑπήκοον ἀρετὴν ἢ ἀκοῇ λαβόντες ἢ πείρᾳ μαθόντες οὕτω δὴ προήσεσθαι αὐτοῖς τὰ Γότθων τε καὶ Ἰταλιωτῶν πράγματα ἔγνωτε;
9.13
καίτοι ἐξεναγεῖσθε μὲν ὑμεῖς αὐτούς, οἶμαι, ἄριστα, ὁποίων δὲ αὐτῶν ἐτύχετε ξένων καὶ φίλων ἐπίστασθε δή που, εἴ τι τῶν Ἀλεξάνδρου μέμνησθε λογισμῶν.