Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

1.13 ἦν δὲ πρὸς τοῖς ἄλλοις ἅπασιν ἀγχίνους τε διαφερόντως κἀν τοῖς ἀπόροις ἐπινοῆσαι τὰ βέλτιστα ἱκανώτατος.
1.14 ἐν μέντοι κινδύνοις πολέμου εὔψυχός τε ἦν ξὺν τῷ ἀσφαλεῖ καὶ ξὺν λογισμῷ εὐτολμότατος, ὀξύς τε καὶ μελλητὴς ἐν τῇ ἐπὶ τοὺς πολεμίους ἀεὶ ἐγχειρήσει,
1.15 κατὰ τὴν χρείαν ἑκάτερον. ἄνευ δὲ τούτων ἐν μὲν τοῖς δεινοῖς εὔελπίν τε τὴν διάνοιαν καὶ ταραχῆς παρείχετο κρείσσω, εὐημερῶν δὲ οὔτε ἐπῆρτο οὔτε ἐτρύφα· μεθύοντα γοῦν Βελισάριον οὐδείς ποτε εἶδεν.
1.16 Ὅσον μὲν οὖν χρόνον τοῦ Ῥωμαίων στρατοῦ ἔν τε Λιβύῃ καὶ Ἰταλίᾳ προὔστη, νικῶν τε διετέλει καὶ τὰ ἐν ποσὶν ἀεὶ κτώμενος.
1.17 ἐπεὶ δὲ ἐς Βυζάντιον μετάπεμπτος ἦλθεν, ἔτι μᾶλλον ἢ πρότερον αὐτοῦ ἡ ἀρετὴ ἐπὶ πλεῖστον ἐγνώσθη.
1.18 αὐτός τε γὰρ πάσῃ ἀρετῇ προὔχων καὶ πλούτου μὲν πολλοῦ ἐξουσίᾳ, δυνάμει δὲ ὑπασπιστῶν τε καὶ δορυφόρων τοὺς πώποτε στρατηγοὺς ὑπεραίρων, φοβερός, ὡς τὸ εἰκός, ἄρχουσί τε πᾶσι καὶ στρατιώταις ἐγένετο.
1.19 ἀντιτείνειν τε γὰρ ἐπιτάττοντι, οἶμαι, οὐδεὶς ἐτόλμα, ἐπιτελῆ τε πράσσειν ὅσα ἐπιτάττοι οὐδαμοῦ ἀπηξίουν, τήν τε ἀρετὴν αἰσχυνόμενοι καὶ δεδιότες τὴν δύναμιν.
1.20 ἑπτακισχιλίους γὰρ ἱππέας ἐκ τῆς οἰκίας παρείχετο· ὧν δὴ ἀπόβλητος μὲν οὐδεὶς ἐγεγόνει, αὐτῶν δὲ ἕκαστος πρῶτός τε ἐν τῇ παρατάξει ἑστάναι καὶ προκαλεῖσθαι τοὺς τῶν πολεμίων ἀρίστους ἠξίουν.
1.21 Ῥωμαίων δὲ οἱ πρεσβύτεροι, ἡνίκα πρὸς Γότθων πολιορκούμενοι τὰ ποιούμενα ἐν ταῖς τοῦ πολέμου ξυμβολαῖς ἔβλεπον, ἐν θαύματι μεγάλῳ ποιούμενοι ἀνεφθέγγοντο ὡς οἰκία μία τὴν Θευδερίχου δύναμιν καταλύοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi