Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

8.4 αὐτὸς δὲ ἅπασι μικρολογίᾳ τινὶ προμηθεῖ ἐνδεεστέρως ἢ κατὰ τὴν ἐπιθυμίαν τὰ σιτία παρείχετο, προσεπιβάλλων ἡμέρᾳ ἑκάστῃ τοσοῦτον τοῦ μέτρου ὅσον οὐ δοκεῖν αἴσθησίν τινα τῶν ἐντιθεμένων ἐς ἀεὶ γίγνεσθαι.
8.5 οὕτω τε αὐτοῖς ἐπιρρώσας τὴν δύναμιν καὶ τὰς πύλας ἀναπετάσας ἕκαστον ὅπη βούλοιτο ἀφῆκεν ἰέναι.
8.6 Κόνωνα δὲ καὶ τοὺς ξὺν αὐτῷ στρατιώτας, ὅσους δὴ αὐτοῦ μένειν ἥκιστα ἤρεσκεν, ἐς ναῦς ἐμβιβάσας πλεῖν κατ’ ἐξουσίαν ἐκέλευε. καὶ οἱ μὲν αἰσχύνην σφίσι φέρειν οἰόμενοι τὴν ἐς Βυζάντιον ἀναχώρησιν, πλεῖν κατὰ τάχος ἐπὶ Ῥώμης διενοοῦντο.
8.7 τοῦ δὲ ἀνέμου σφίσιν ἀντιστατοῦντος ἀπαίρειν ἐνθένδε οὐδαμῆ ἔχοντες διηποροῦντο, δεδιότες μή τι Τουτίλαν τῶν ὡμολογημένων ὀλιγωρεῖν διὰ τὸ κεκρατηκέναι ξυμβαίη, καὶ κακόν τι μέγα πρὸς αὐτοῦ λάβωσιν.
8.8 ὧνπερ ἐπεὶ ὁ Τουτίλας ᾔσθετο, ξυγκαλέσας ἅπαντας παρηγόρει τε καὶ τὰ πιστὰ ἔτι μᾶλλον αὐτοῖς ἐπιρρώσας, θαρσεῖν μὲν ἤδη ἐκέλευε καὶ τῷ Γότθων στρατῷ φόβῳ οὐδενὶ ἀναμίγνυσθαι, τά τε ἐπιτήδεια ἐνθένδε ὠνεῖσθαι καὶ εἴ του ἄλλου δέοιντο, ἅτε παρὰ φίλων κομίζεσθαι.
8.9 ἐπεὶ δὲ τὸ πνεῦμα ἔτι σφίσιν ἀπ’ ἐναντίας ἐφέρετο καὶ χρόνος ἐτρίβη συχνός, ἵππους τε καὶ ὑποζύγια παρασχόμενος, ἐφοδίοις τε αὐτοὺς δωρησάμενος, ἐς Ῥώμην ἐκέλευεν ὁδῷ ἰόντας πορεύεσθαι, πομπούς τινας τῶν ἐν Γότθοις δοκίμων σφίσι ξυμπέμψας.
8.10 Τὸ δὲ Νεαπόλεως τεῖχος καθελεῖν ἐς ἔδαφος ἐνεχείρησεν, ὅπως αὐτὴν μὴ καταλαβόντες αὖθις Ῥωμαῖοι ἔκ τε ἐχυροῦ ὁρμώμενοι πράγματα Γοτθοις παράσχωσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi