Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

6.7 καὶ ἀπ’ αὐτοῦ οἱ μὲν Ἰταλιῶται τῶν τε προσηκόντων ἐκπεπτωκότες καὶ ἐς κινδύνου μέγεθος αὖθις ἐληλακότες ἐν πένθει μεγάλῳ ἐγίνοντο. οἱ δὲ στρατιῶται ἀπειθεστέρους αὑτοὺς τοῖς ἄρχουσιν ἔτι μᾶλλον παρεῖχον, ἔν τε ταῖς πόλεσιν ἄσμενοι ἔμενον.
6.8 Κωνσταντιανὸς μὲν οὖν Ῥάβενναν εἶχεν, Ἰωάννης δὲ Ῥώμην, Σπολίτιον δὲ Βέσσας, καὶ Ἰουστῖνος Φλωρεντιαν, Κυπριανὸς δὲ Περυσίαν, καὶ τῶν ἄλλων ἕκαστος ὅπη φυγών τε καὶ διασωθεὶς κατ’ ἀρχὰς ἔτυχε.
6.9 Ταῦτα βασιλεὺς μαθών τε καὶ ἐν ξυμφορᾷ πεποιημένος τῶν Ἰταλίας πραιτωρίων ἔπαρχον Μαξιμῖνον ὡς τάχιστα κατεστήσατο, ἐφ’ ᾧ τοῖς τε ἄρχουσιν ἐς τὸν πόλεμον ἐπιστάτης εἴη καὶ τοῖς στρατιώταις τὰ ἐπιτήδεια κατὰ τὴν χρείαν πορίζηται.
6.10 καί οἱ νεῶν ξυνέπεμψε στόλον, Θρᾳκῶν τε καὶ Ἀρμενίων στρατιωτῶν ἐμπλησάμενος. ἡγεῖτο δὲ τῶν μὲν Θρᾳκῶν Ἡρωδιανός, τῶν δὲ Ἀρμενίων Φάζας Ἴβηρ, Περανίου ἀδελφιδοῦς· ξυνέπλεον δὲ αὐτοῖς καὶ Οὖννοι ὀλίγοι.
6.11 Μαξιμῖνος μὲν οὖν ἄρας ἐκ Βυζαντίου παντὶ τῷ στόλῳ τῆς Ἑλλάδος ἐς τὴν Ἤπειρον ἦλθεν· ἔνθα δὴ τὸν καιρὸν κατατρίβων ἐκάθητο οὐδενὶ λόγῳ.
6.12 ἦν γὰρ πολεμίων ἔργων οὐδαμῶς ἔμπειρος καὶ ἀπ’ αὐτοῦ δειλός τε καὶ μελλητὴς ἐς τὰ μάλιστα.
6.13 Μετὰ δὲ καὶ Δημήτριον στρατηγὸν βασιλεὺς ἔπεμψεν, ὃς δὴ τὰ πρότερα ξὺν Βελισαρίῳ ἐστράτευε καταλόγου πεζικοῦ ἄρχων.
6.14 καταπλεύσας οὖν ὁ Δημήτριος ἐς Σικελίαν, ἐπεὶ Κόνωνά τε καὶ Νεαπολίτας πικρότατα πολιορκεῖσθαι τῶν ἐπιτηδείων παντάπασι σπανίζοντας ἤκουσε, βοηθεῖν μὲν κατὰ τάχος ἤθελεν, ἀδύνατος δὲ ὤν, ἐπεί οἱ στράτευμα βραχύ τε καὶ οὐκ ἀξιόλογον εἵπετο,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi