Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

4.15 ἄξιον δὲ ἡμᾶς μετὰ τῆς ἀγαθῆς ἐλπίδος τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, τῇ τῶν ἀνδρῶν ἀδικίᾳ θαρροῦντας.
4.16 οὕτω γὰρ αὐτοῖς τὰ ἐς τοὺς κατηκόους βεβίωται ὥστε Ἰταλιώταις τανῦν τῆς τετολμημένης οὐ δέον αὐτοῖς ἐς Γότθους προδοσίας κολάσεως οὐδεμιᾶς ἑτέρας προσδεῖ. οὕτω ξυλλήβδην εἰπεῖν ξύμπαντα αὐτοῖς τὰ κακὰ πρὸς τῶν ὑποδεχθέντων γενέσθαι ξυνέβη.
4.17 τί δ’ ἂν πολεμίων εὐαλωτότερον γένοιτο οἷς γε τὰ ἐκ θεοῦ δῆτα πεπραγμένα οὐχ ὑγιῶς ἔχει; καὶ μὴν καὶ τῷ ἐξ ἡμῶν ἐς αὐτοὺς δέει εὐέλπιδας ἂν ἡμᾶς ἐς τὸν ἀγῶνα γίνεσθαι πρέποι.
4.18 οὐ γὰρ ἐπ’ ἄλλους τινὰς ἀνθρώπων χωροῦμεν ἢ ὅσοι ἔναγχος ἐν μέσῃ Βερώνῃ γενόμενοι μεθέντες τε οὐδενὶ λόγῳ, καίπερ διώκοντος τῶν πάντων αὐτοὺς οὐδενός, οὕτω δὴ αἰσχρῶς ἐς φυγὴν ὥρμηντο.”
4.19 Τοσαῦτα ὁ Τουτίλας παρακελευσάμενος τῶν οἱ ἑπομένων τριακοσίους ἐκέλευεν, ὅσον ἀπὸ σταδίων εἴκοσι τὸν ποταμὸν διαβαίνοντας, κατόπισθεν τοῦ τῶν πολεμίων στρατοπέδου γενέσθαι, καὶ ἐπειδὰν ἡ μάχη ἐν χερσὶ γένηται, κατὰ νώτου αὐτῶν ἰόντας βάλλειν τε καὶ ἐνοχλεῖν δυνάμει τῇ πάσῃ, ὅπως ἐκεῖνοι ξυνταραχθέντες οὐδεμιᾶς ἀλκῆς μνήσονται.
4.20 αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ αὐτίκα τὸν ποταμὸν διαβὰς εὐθὺ τῶν ἐναντίων ἐχώρει·
4.21 οἱ δὲ Ῥωμαῖοι εὐθὺς ὑπηντίαζον. ἐπειδή τε ἀμφότεροι ὁδῷ ἰόντες ἐγγυτέρω ἀλλήλων ἐγένοντο, Γότθος ἀνήρ, Οὐάλαρις ὄνομα, μέγας τε τὸ σῶμα καὶ τὸ εἶδος φοβερὸς ἄγαν, ἔτι μέντοι δραστήριός τε καὶ ἀγαθὸς τὰ πολέμια, τὸν ἵππον ἐξελάσας πρὸ τοῦ ἄλλου στρατοῦ ἐν μεταιχμίῳ ἔστη, τεθωρακισμένος τε καὶ κράνος ἐν τῇ κεφαλῇ ἔχων, καὶ Ῥωμαίους ἅπαντας προὐκαλεῖτο, εἴ τίς οἱ βούλοιτο ἐς χεῖρας ἰέναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi