Kitap 7
39.9
αὐτοκράτορα δὲ τοῦ πρὸς Τουτίλαν τε καὶ Γότθους πολέμου Γερμανὸν κατεστήσατο τὸν αὑτοῦ ἀνεψιόν. ᾧ δὴ στράτευμα μὲν οὐ πολὺ ἔδωκε, χρήματα δὲ λόγου ἄξια παρασχόμενος στρατιὰν ἐπέστελλεν ἔκ τε Θρᾳκῶν καὶ Ἰλλυριῶν ἀξιολογωτάτην ἀγείραντι οὕτω δὴ στέλλεσθαι σπουδῇ ἐς τὴν Ἰταλίαν πολλῇ.
39.10
καί οἱ Φιλημούθ τε τὸν Ἔρουλον ξὺν τοῖς ἑπομένοις καὶ Ἰωάννην τὸν αὐτοῦ μὲν Γερμανοῦ κηδεστήν, Βιταλιανοῦ δὲ ἀδελφιδοῦν ʽστρατηγὸς γὰρ ὢν τῶν ἐν Ἰλλυριοῖς καταλόγων διατριβὴν ἐνταῦθα εἶχἐ ξὺν αὑτῷ ἐς τὴν Ἰταλίαν ἐπαγαγέσθαι ἐπήγγελλε.
39.11
Τότε δὴ Γερμανὸν φιλοτιμία πολλή τις ἔσχε Γότθων τὴν ἐπικράτησιν ἀναδήσασθαι, ὅπως οἱ Λιβύην τε καὶ Ἰταλίαν ἀνασώσασθαι περιέσται τῇ Ῥωμαίων ἀρχῇ.
39.12
Στότζα γὰρ τετυραννηκότος ἔν γε Λιβύῃ τὰ πρότερα καὶ τὸ Λιβύης κράτος βεβαιότατα ἤδη ἔχοντος αὐτὸς ἐκ βασιλέως σταλεὶς καὶ μάχῃ τοὺς στασιώτας παρὰ δόξαν νικήσας τήν τε τυραννίδα κατέπαυσε καὶ Λιβύην αὖθις ἀνεσώσατο τῇ Ῥωμαίων ἀρχῇ, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.
39.13
καὶ νῦν δὲ τῶν Ἰταλίας πραγμάτων ἐς τοῦτο τύχης ἐληλακότων ἐς ὅ μοι ἔναγχος δεδιήγηται, μέγα δὴ ἐνθένδε περιβαλέσθαι κλέος ἐβούλετο ἅτε δὴ καὶ αὐτὴν ἰσχύσας βασιλεῖ ἀνασώσασθαι.
39.14
καὶ πρῶτα μὲν ʽἐτετελευτήκει γάρ οἱ πολλῷ πρότερον ἡ γυνὴ Πασσάρα ὄνομἀ Ματασοῦνθαν ἐν γαμετῆς ἐποιήσατο λόγῳ, τὴν Ἀμαλασούνθης τῆς Θευδερίχου θυγατρὸς παῖδα, Οὐιττίγιδος ἤδη ἐξ ἀνθρώπων ἀφανισθέντος.
39.15
ἤλπιζε γάρ, ἢν ξὺν αὐτῷ ἐν τῷ στρατοπέδῳ ἡ γυνὴ εἴη, αἰσχύνεσθαι, ὡς τὸ εἰκός, Γότθους ὅπλα ἐπ’ αὐτὴν ἀνελέσθαι, ἀναμνησθέντας τῆς Θευδερίχου τε καὶ Ἀταλαρίχου ἀρχῆς.