Kitap 7
39.2
γνοὺς δὲ ὁ Τουτίλας ἐνδεῖν τοῖς πολιορκουμένοις τὰ ἐπιτήδεια, μοῖραν μὲν τοῦ στρατοῦ αὐτοῦ εἴασε φυλακῆς ἕνεκα, ὅπως δὴ οἱ πολέμιοι μηδὲν μὲν τοῦ λοιποῦ ἐσκομίζωνται, ἀπορίᾳ δὲ τῶν ἀναγκαίων σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριον Γότθοις ἐνδώσουσιν· αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ ἐς Σικελίαν διαπορθμευσάμενος τῷ Μεσηνῶν προσέβαλε τείχει.
39.3
καί οἱ Δομνεντίολος ὁ Βούζου ἀδελφιδοῦς, ὅσπερ τῶν τῇδε Ῥωμαίων ἦρχεν, ὑπαντιάσας τε πρὸ τοῦ περιβόλου καὶ ἐς χεῖρας ἐλθὼν οὐκ ἔλασσον ἔσχεν.
39.4
αὖθις δὲ ἐν τῇ πόλει γενόμενος φυλακῆς τε τῆς ἐνταῦθα ἐπιμελούμενος ἡσυχίαν ἦγε. Γότθοι δέ, μηδενὸς σφίσιν ἐπεξιόντος, ἐληΐσαντο Σικελίαν σχεδόν τι ὅλην.
39.5
Ῥωμαῖοι δὲ οἱ ἐν Ῥηγίῳ πολιορκούμενοι, ὧν δὴ Θουριμούθ τε καὶ Ἱμέριος ἦρχον, ὥσπερ μοι εἴρηται, τὰ γὰρ ἀναγκαῖα σφᾶς παντάπασιν ἐπελελοίπει, αὑτούς τε καὶ τὸ φρούριον ὁμολογίᾳ τοῖς πολεμίοις ἐνέδοσαν.
39.6
Ἅπερ ἐπεὶ βασιλεὺς ἤκουσε, στόλον τε ἀγείρας νηῶν καὶ στράτευμα λόγου ἄξιον ἐκ καταλόγων πεζῶν ἐν τῷ στόλῳ τούτῳ ἐνθέμενος, ἄρχοντά τε Λιβέριον αὐτοῖς ἐπιστήσας, πλεῖν κατὰ τάχος ἐπὶ Σικελίας ἐκέλευσε, καὶ τὴν νῆσον διασώσασθαι δυνάμει τῇ πάσῃ.
39.7
ἀλλά οἱ ἄρχοντα τοῦ στόλου καταστησαμένῳ Λιβέριον αὐτίκα δὴ μάλα μετέμελεν· ἦν γὰρ ἐσχατογέρων τε ὁ ἀνὴρ μάλιστα καὶ ἀμελέτητος πολεμέων ἔργων.
39.8
Ἀρταβάνῃ τε ἀφεὶς τὰ ἐς αὐτὸν ἐγκλήματα πάντα καὶ στρατηγὸν καταλόγων τῶν ἐπὶ Θρᾴκης καταστησάμενος ἐς Σικελίαν εὐθὺς ἔπεμψε, στράτευμα μὲν οὐ πολὺ παρασχόμενος, ἐπιστείλας δὲ τὸν ξὺν τῷ Λιβερίῳ παραλαβεῖν στόλον, ἐπεὶ Λιβέριον ἐς Βυζάντιον μετεπέμπετο.