Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

4.10 Ἤδη δὲ ὁ τῶν Γότθων στρατὸς ἄγχιστα ἐγεγόνει, καὶ ἐπεὶ διαβαίνειν τὸν ποταμὸν ἔμελλον, ξυγκαλέσας Τουτίλας ἅπαντας τοιαῦτα παρεκελεύσατο· “Αἱ μὲν ἄλλαι ξύμπασαι μάχαι, ὦ ἄνδρες ξυγγενεῖς, ὁμοίαν τινὰ μάχην ἐκ τοῦ ἐπὶ πλεῖστον ἐπαγγελλόμεναι τοῖς στρατοπέδοις ἐς τὴν ἀγωνίαν ὁρμῶσιν, ἡμεῖς δὲ τοῖς πολεμίοις οὐκ ἐξ ἀντιπάλου τῆς τύχης, ἀλλὰ πολλῷ τῷ διαλλάσσοντι χρώμενοι ἐς τὸν ἀγῶνα καθιστάμεθα τόνδε.
4.11 οἱ μὲν γὰρ ἡσσηθέντες, ἂν οὕτω τύχοι, οὐκ ἐς μακρὰν ἀναμάχεσθαι πρὸς ἡμᾶς ἕξουσιν. ἔν τε γὰρ τοῖς ὀχυρώμασιν Ἰταλίας ἁπάσης πλῆθος αὐτοῖς στρατιωτῶν ἀπολέλειπται καὶ ἄλλο στράτευμα ἐκ Βυζαντίου αὐτίκα δὴ μάλα ἐπιβοηθήσειν οὐδὲν ἀπεικός. ἡμῶν δὲ ταὐτὸ τοῦτο παθόντων τὸ Γότθων ὄνομα μετὰ τῆς ἐλπίδος ἀπολωλέναι λελείψεται.
4.12 ἐκ μυριάδων γὰρ εἴκοσιν ἐς πεντακισχιλίους ἡμᾶς ἀποκεκρίσθαι ξυμβέβηκε. τοσαῦτα ὑπειπὼν κἀκεῖνο ὑμᾶς ὑπομνῆσαι οὐκ ἀπὸ τρόπου οἴομαι εἶναι, ὡς ἡνίκα μὲν ξὺν Ἰλδιβάδῳ ὅπλα ἀνταίρειν βασιλεῖ ἔγνωτε, τὸ μὲν πλῆθος ὑμῖν οὐ πλέον ἢ ἐς χιλίους ξυμβιοῦν ἔτυχεν, ἡ δὲ χώρα περιίστατο ξύμπασα ἐς Τικινὸν πόλιν.
4.13 ἐπεὶ δὲ τῇ ξυμβολῇ γεγόνατε κρείσσους, ἐπίπροσθεν ἡμῖν τά τε τῆς στρατιᾶς καὶ τῆς χώρας κεχώρηκεν. ὥστε ἢν καὶ νῦν ἀνδραγαθίζεσθαι ᾖ βουλομένοις ὑμῖν, προϊόντος, ὡς τὸ εἰκός, τοῦ πολέμου πάμπαν κρατήσειν τῶν ἐναντίων ἐλπίδα ἔχω.
4.14 τοῖς γὰρ νενικηκόσιν ἀεὶ τὸ πλείοσί τε καὶ δυνατωτέροις γεγονέναι ξυμβαίνει. προθυμείσθω τοίνυν ὑμῶν ἕκαστος παντὶ σθένει τοῖς πολεμίοις ὁμόσε χωρεῖν τὴν μάχην ἐξεπιστάμενος τὴν νῦν οὐκ εὐδοκιμηκόσιν ἡμῖν ἀναμάχεσθαι πρὸς τοὺς ἐναντίους ἀμήχανον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi