Kitap 7
37.27
καὶ ὁ μὲν παρασκευασάμενος ὡς τάχιστα, ὅτι δὴ αὐτίκα ξὺν στρατῷ ἀποπλεύσει ἐπίδοξος ἦν. ἀλλ’ ἐπεὶ βασιλεῖ μετέμελεν αὖθις, ἡσυχῆ καὶ αὐτὸς ἔμενε.
37.28
τότε δὴ Βῆρος ξὺν ἀνδράσιν οὓς ἀγείρας μαχιμωτάτους ἀμφ’ αὑτὸν ἔτυχε Γότθοις τοῖς ἐν Πικηνῷ οὖσιν ἐς χεῖρας ἐλθὼν πόλεως Ῥαβέννης οὐ πολλῷ ἄποθεν, τῶν τε ἑπομένων πολλοὺς ἀποβάλλει καὶ αὐτὸς θνήσκει, ἀνὴρ ἀγαθὸς ἐν τῷ πόνῳ τούτῳ γενόμενος.
38.1
Ὑπὸ τοῦτον τὸν χρόνον στράτευμα Σκλαβηνῶν οὐ πλέον ἢ ἐς τρισχιλίους ἀγηγερμένοι, ποταμόν τε Ἴστρον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, διέβησαν, καὶ πόνῳ οὐδενὶ ποταμὸν Εὗρον εὐθὺς διαβάντες δίχα ἐγένοντο.
38.2
εἶχε δὲ αὐτῶν ἁτέρα μὲν συμμορία ὀκτακοσίους τε καὶ χιλίους, ἡ δὲ δὴ ἑτέρα τοὺς καταλοίπους.
38.3
ἑκατέροις μὲν οὖν καίπερ ἀλλήλων ἀπολελειμμένοις ἐς χεῖρας ἐλθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἔν τε Ἰλλυριοῖς καὶ Θρᾳξίν, ἡσσήθησάν τε ἐκ τοῦ ἀπροσδοκήτου καὶ οἱ μὲν αὐτοῦ διεφθάρησαν, οἱ δὲ κόσμῳ οὐδενὶ διαφυγόντες ἐσώθησαν.
38.4
ἐπεὶ δὲ οἱ στρατηγοὶ πάντες οὕτω παρ’ ἑκατέρων τῶν βαρβαρικῶν στρατοπέδων, καίπερ ἐλασσόνων παρὰ πολὺ ὄντων, ἀπήλλαξαν, Ἀσβάδῳ ἡ ἑτέρα τῶν πολεμίων ξυμμορία ξυνέμιξεν.
38.5
ἦν δὲ οὗτος ἀνὴρ βασιλέως μὲν Ἰουστινιανοῦ δορυφόρος, ἐπεὶ ἐς τοὺς Κανδιδάτους καλουμένους τελῶν ἔτυχε, τῶν δὲ ἱππικῶν καταλόγων ἦρχεν οἳ ἐν Τζουρουλῷ τῷ ἐν Θρᾴκῃ φρουρίῳ ἐκ παλαιοῦ ἵδρυνται,