Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

37.3 διὸ δὴ τὰ ἐπιτήδεια ἐν τῷ παρόντι ἐς αὐτὴν ἐσκομίζεσθαι διὰ σπουδῆς εἶχε καὶ ἀνοικοδομεῖσθαι ὅτι ταχιστα πάντα ἐκέλευεν, ὅσα καθελών τε καὶ πυρπολήσας αὐτὸς ἔτυχεν, ἡνίκα Ῥώμην τὸ πρότερον εἷλε· τῶν τε Ῥωμαίων τοὺς ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοὺς ἄλλους ἅπαντας οὕσπερ ἐπὶ Καμπανίας ἐφύλασσε μετεπέμπετο.
37.4 ἐνταῦθά τε ἀγῶνα τὸν ἱππικὸν θεασάμενος, τὴν στρατιὰν ἡτοίμαζε πᾶσαν, ὡς ἐπὶ Σικελίαν στρατεύσων.
37.5 ἅμα δὲ καὶ τὰ μακρὰ πλοῖα τετρακόσια ὡς ἐς ναυμαχίαν ἐν παρασκευῇ ἐποιεῖτο, καὶ στόλον νεῶν μεγάλων τε καὶ πολλῶν ἄγαν, ἅσπερ ἐκ βασιλέως ἐκ τῆς ἑῴας ἐνταῦθα σταλείσας αὐτοῖς ἀνδράσι τε καὶ φορτίοις πάντα τοῦτον τὸν χρόνον ἑλὼν ἔτυχε.
37.6 Στέφανόν τε ἄνδρα Ῥωμαῖον παρὰ βασιλέα πρεσβευτὴν ἔπεμψε, τὸν μὲν πόλεμον τόνδε καταλύειν αἰτῶν, ἐνσπόνδους δὲ Γότθους ποιεῖσθαι, ἐφ’ ᾧ δὴ αὐτῷ ξυμμαχήσουσιν ἐπὶ πολεμίους τοὺς ἄλλους ἰόντι.
37.7 βασιλεὺς δὲ Ἰουστινιανὸς οὔτε τὸν πρεσβευτήν οἱ ἐς ὄψιν ἐλθεῖν ξυνεχώρησεν οὔτε τινὰ τῶν λεγομένων ἐντροπὴν τὸ παράπαν πεποίηται.
37.8 Ἅπερ ἐπεὶ Τουτίλας ἤκουσεν, αὖθις τὰ ἐς τὸν πόλεμον ἐν παρασκευῇ ἐποιεῖτο. ξύμφορον δέ οἱ ἔδοξεν εἶναι, Κεντουκελλῶν ἀποπειρασαμένῳ πρότερον οὕτω δὴ ἐπὶ Σικελίαν ἰέναι.
37.9 ἦρχε δὲ τότε τοῦ ἐνταῦθα φυλακτηρίου Διογένης, ὁ Βελισαρίου δορυφόρος, δύναμιν ἀξιόχρεων ξὺν αὑτῷ ἔχων.
37.10 καὶ ὁ μὲν Γότθων στρατός, ἐπειδὴ ἐς Κεντουκέλλας ἀφίκοντο, ἄγχιστα τοῦ περιβόλου ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi