Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

4.2 καὶ παρελθὼν Ἀρταβάζης ἔλεξε τοιάδε· “Μηδεὶς ὑμῶν, ἄνδρες ἄρχοντες, ὑπερφρονεῖν τῶν πολεμίων ἅτε ἡμῶν τῷ πλήθει ἐλασσουμένων τανῦν ἀξιούτω, μηδέ, ὅτι πρὸς τοὺς Βελισαρίῳ δεδουλωμένους ἀγωνίζεται, λογισμῷ ἀναπεπτωκότι ἐπ’ αὐτοὺς ἴτω.
4.3 πολλοὶ γὰρ δόξῃ οὐκ ἀληθεῖ ἐξηπατημένοι σφᾶς αὐτοὺς ἔσφηλαν, καὶ καταφρόνημά τισιν οὐκ ἐν δέοντι γινόμενον τὴν ὑπάρχουσαν αὐτοῖς καταλῦσαι δύναμιν ἴσχυσεν, ἐπεὶ καὶ ἄλλως ἡ προλαβοῦσα κακοπραγία τούσδε τοὺς ἄνδρας ἐς εὐτυχίαν παρακαλεῖ.
4.4 τύχη γὰρ εἰς ἀπόγνωσιν ἀγαθῶν ἐλπίδων ἐλθοῦσα ἐς εὐτολμίας ὑπερβολὴν περιίσταται.
4.5 καὶ ταῦτα οὐχ ὑποψίᾳ τανῦν ἠγμένος ἐν ὑμῖν εἴρηκα, ἀλλ’ οἷς διακινδυνεύσας πρὸς αὐτοὺς ἔναγχος ἐκμεμάθηκα τὴν τῶν ἀνδρῶν τόλμαν.
4.6 καί με νομιζέτω μηδεὶς ξὺν ὀλίγοις τισὶν ἡσσηθέντα τῶν πολεμίων θαυμάσαι τὴν δύναμιν. ἐπεὶ ἀνδρῶν ἀρετὴ καὶ πλήθει ὑπεραιρόντων καὶ τούτῳ ἐλασσουμένων τοῖς γε πρὸς αὐτοὺς διαμαχησομένοις ἔνδηλος γίνεται.
4.7 οἶμαι τοίνυν ἡμῖν μᾶλλον ξυνοίσειν τοῦ ποταμοῦ τηρήσασι τὴν διάβασιν τοῖς βαρβάροις, ἐπειδὰν ἐς ἥμισυ διαβαίνοιεν, ἐς χεῖρας ἰέναι ἢ πᾶσιν ἀθρόοις ἤδη γεγενημένοις.
4.8 μηδενί τε ἄδοξος εἶναι ἡ τοιαύτη δεδόχθω νίκη. δόξαν τε γὰρ καὶ ἀδοξίαν ἡ τῶν πραγμάτων ἀπόβασις ὀνομάζειν φιλεῖ, καὶ τοὺς νενικηκότας εἰώθασιν ἐπαινεῖν ἄνθρωποι, οὐ διερευνώμενοι τῆς
4.9 νίκης τὸν τρόπον.” Ἀρταβάζης μὲν τοσαῦτα εἶπεν. οἱ δὲ δὴ ἄρχοντες τῷ διαμαχομένῳ τῆς γνώμης τῶν δεόντων οὐδὲν ἔπρασσον, ἀλλ’ αὐτοῦ μένοντες τὸν καιρὸν ἔτριβον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi