Kitap 7
35.25
ὃς δὴ ἐν χωρίῳ Μουικούρῳ καλουμένῳ γενόμενος, ὅπερ ἐπιθαλάσσιον ἄγχιστά πη Σαλώνων ἐστί, τὰ μὲν πρῶτα ξυνέμισγε τοῖς ταύτῃ ἀνθρώποις ἅτε Ῥωμαῖός τε ὢν καὶ Βελισαρίῳ προσήκων, ἔπειτα δὲ αὐτός τε τὸ ξίφος ἀράμενος καὶ τοῖς ἐπισπομένοις ἐγκελευσάμενος ἐξαπιναίως ἅπαντας ἔκτεινε.
35.26
ληϊσάμενός τε τὰ χρήματα πάντα ἐνθένδε ἀπιὼν ᾤχετο, ἐπέσκηψε δὲ ἄλλῳ ἐν τῇ παραλίᾳ κειμένῳ φρουρίῳ, ὅπερ Λαυρεάτην καλοῦσι Ῥωμαῖοι.
35.27
οὗ δὴ ἐπιβὰς τοὺς παραπεπτωκότας ἀνῄρει. Ἅπερ ἐπεὶ Κλαυδιανὸς ἔγνω, ὅσπερ τότε Σαλώνων ἦρχε, στράτευμα ἐπὶ τῶν καλουμένων δρομώνων ἐπ’ αὐτὸν ἔπεμψεν.
35.28
οἳ δὴ ἐπεὶ ἐν Λαυρεάτῃ ἐγένοντο, τοῖς πολεμίοις ἐς χεῖρας ἦλθον. παρὰ πολύ τε ἡσσηθέντες τῇ μάχῃ ἔφυγον ὅπη ἑκάστῳ δυνατὰ γέγονε, τοὺς δρόμωνας ἐν τῷ λιμένι ἀπολιπόντες. οὗ δὴ καὶ τὰ ἄλλα πλοῖα ἔμπλεα σίτου τε καὶ τῶν ἄλλων ἐπιτηδείων ὄντα ἐτύγχανεν.
35.29
ἅπερ ἅπαντα Ἰνδούλφ τε καὶ Γότθοι ἑλόντες κτείναντές τε τοὺς ἐν ποσὶν ἅπαντας καὶ τὰ χρήματα ληϊσάμενοι παρὰ Τουτίλαν ἦλθον.
35.30
καὶ ὁ χειμὼν ἔληγε, καὶ τέταρτον καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
36.1
Μετὰ δὲ Τουτίλας ἅπαν ἐπὶ Ῥώμην τὸ στράτευμα ἦγε, καὶ ἐγκαθεζόμενος εἰς πολιορκίαν καθίστατο. ἐτύγχανε δὲ Βελισάριος τρισχιλίους ἀριστίνδην ἀπολεξάμενος, οὕσπερ ἐπὶ τῷ Ῥώμης φυλακτηρίῳ καταστησάμενος Διογένην αὐτοῖς ἄρχοντα, τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, ἐπέστησεν, ἄνδρα ξυνετόν τε διαφερόντως καὶ ἀγαθὸν τὰ πολέμια.