Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

35.9 Ταῦτα μὲν οὖν τῇδε Βελισαρίῳ ἐχώρησε. Βιγίλιος δέ, ὁ τῆς Ῥώμης ἀρχιερεύς, ξὺν Ἰταλοῖς τοῖς ἐνταῦθα τηνικάδε παροῦσι, πολλοῖς τε καὶ λογιμωτάτοις ἐσάγαν οὖσιν, οὐκέτι ἀνίει, ἀλλ’ ἔχρῃζε βασιλέως Ἰταλίας μεταποιεῖσθαι δυνάμει τῇ πάσῃ.
35.10 μάλιστα δὲ πάντων αὐτὸν Γόθιγος ἐνῆγε, πατρίκιος ἀνήρ, ἐς τῶν ὑπάτων τὸν δίφρον ἀναβεβηκὼς πολλῷ πρότερον· ἐπεὶ καὶ αὐτὸς τούτων δὴ ἕνεκεν ἐς Βυζάντιον ἀφικόμενος ἔτυχεν ἔναγχος.
35.11 βασιλεὺς δὲ Ἰταλίας μὲν ἐπηγγέλλετο προνοήσειν αὐτὸς, ἀμφι δὲ τὰ Χριστιανῶν δόγματα ἐκ τοῦ ἐπὶ πλεῖστον διατριβὴν εἶχεν, εὖ διαθέσθαι τὰ ἐν σφίσιν ἀντιλεγόμενα σπουδάζων τε καὶ διατεινόμενος μάλιστα.
35.12 Ταῦτα μὲν ἐν Βυζαντίῳ ἐπράσσετο. ἐτύγχανε δὲ Λαγγοβάρδης ἀνὴρ ἐς Γήπαιδας φεύγων ἐξ αἰτίας τοιᾶσδε.
35.13 ἡνίκα Λαγγοβαρδῶν Οὐάκης ἦρχεν, ἦν τίς οἱ ἀνεψιὸς Ῥισιοῦλφος ὄνομα. ὃν δὴ ὁ νόμος, ἐπειδὰν Οὐάκης τελευτήσειεν, ἐπὶ τὴν ἡγεμονίαν ἐκάλει.
35.14 προνοήσας οὖν Οὐάκης ὅπως εἰς τὸν παῖδα τὸν αὑτοῦ ἡ ἀρχὴ ἄγοιτο, ἔγκλημα Ῥισιούλφῳ ἐπενεγκὼν αἰτίαν οὐκ ἔχον φυγῇ τὸν ἄνθρωπον ἐζημίωσεν.
35.15 ὃς δὴ ἐξ ἠθῶν ἀναστὰς τῶν πατρίων ξὺν ὀλίγοις τισὶν ἐς τοὺς Οὐάρνους αὐτίκα φεύγει, παίδων οἱ ἀπολελειμμένων ἐνταῦθα δυοῖν.
35.16 χρήμασι δὲ Οὐάκης τοὺς βαρβάρους τούτους ἀνέπεισε τὸν Ῥισιοῦλφον κτεῖναι. τῶν δὲ Ῥισιούλφου παίδων ὁ μὲν εἷς ἐτελεύτησε νόσῳ, ὁ δὲ δὴ ἕτερος, Ἰλδίγης ὄνομα, ἐς Σκλαβηνοὺς φεύγει.
35.17 Οὐ πολλῷ μὲν οὖν ὕστερον ὁ μὲν Οὐάκης νοσήσας ἐξ ἀνθρώπων ἠφάνιστο, ἐς δὲ Οὐάλδαρον, τὸν Οὐάκου υἱόν, ἡ Λαγγοβαρδῶν ἦλθεν ἀρχή. ᾧ δὴ παιδὶ κομιδῆ ὄντι ἐπίτροπος καταστὰς Αὐδουὶν τὴν ἀρχὴν διῳκεῖτο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi