Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

35.3 ἐς Βυζάντιον δὲ ἀφικόμενος διατριβὴν τὸ λοιπὸν ἐνταῦθα εἶχε, πλούτου μὲν ἐξουσίαν περιβεβλημένος πολλήν. εὐτυχήμασι δὲ τοῖς ἔμπροσθεν αὐτῷ ξυμβεβηκόσιν ἀπόβλεπτος ὤν, ἅπερ οἱ πρότερον ἢ ἐς Λιβύην ἐστράτευσε ξυμβόλῳ προὔλεγέ τινι οὐκ ἀφανεῖ τὸ δαιμόνιον.
35.4 Ὁδὲ ξύμβολος ἐγένετο ὧδε. ἦν τις Βελισαρίῳ κλῆρος ἐν Βυζαντίων τῷ προαστείῳ ὃ δὴ Παντείχιον μὲν ὀνομάζεται, κεῖται δὲ ἐν τῇ ἀντιπέρας ἠπείρῳ. ἐνταῦθα ὀλίγῳ ἔμπροσθεν ἢ ἔμελλε Βελισάριος ἐπί τε Γελίμερα καὶ Λιβύην ἐξηγήσασθαι τῷ Ῥωμαίων στρατῷ, ἐνδελεχέστατα πλήθειν οἱ τὰς ἀμπέλους ξυνέβη.
35.5 οἴνου τε ὃς ἐνθένδε γεγονὼς ἔτυχε πίθων οἱ θεράποντες ἐμπλησάμενοι μέγα τι χρῆμα, καὶ αὐτῶν τὰ μὲν ἔνερθεν κατορύξαντες, τὰ δὲ ὕπερθεν πηλῷ ἐς τὸ ἀκριβὲς ἐπιβύσαντες, ἐν τῷ οἰνῶνι κατέθεντο.
35.6 μησὶ δὲ ὀκτὼ ὕστερον ἐν πίθοις τισὶν ἀναβράσσων ὁ οἶνος διεσπάσατο μὲν τὸν πηλὸν ᾧπερ ἐπέφρακτο αὐτῶν ἕκαστος, ὑπερβλύσας δὲ καὶ ῥεύσας πολὺς ἐς τοσόνδε γῆν τὴν ἐχομένην ἐπέκλυσεν ὥστε καὶ τέλμα ἐν τούτῳ τῷ ἐδάφει ἐργάσασθαι μέγα.
35.7 ὅπερ ἐπεὶ οἱ θεράποντες εἶδον, ἐν θάμβει μεγάλῳ γενόμενοι πολλοὺς μὲν ἐνθένδε ἀμφορέας ἐμπλήσασθαι ἔσχον, αὖθις δὲ τούτους δὴ τοὺς πίθους τῷ πηλῷ ἀποφράξαντες τὰ παρόντα ἐν σιωπῇ εἶχον.
35.8 ἐπεὶ δὲ τοῦτο πολλάκις ὑπὸ τὸν αὐτὸν χρόνον γεγονὸς εἶδον, αὐτοὶ μὲν ἐπὶ τὸν κεκτημένον τὸ πρᾶγμα ἦγον, ὁ δὲ τῶν ἐπιτηδείων πολλοὺς ἐνταῦθα ἀγείρας ἐπέδειξε τὰ ποιούμενα· οἵπερ τῷ ξυμβόλῳ τεκμηριούμενοι ἐς ταύτην δὴ τὴν οἰκίαν μεγάλα προὔλεγον ἀγαθὰ ἔσεσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi