Kitap 7
34.44
Μοῖρα δὲ Ῥωμαίων τῶν παρὰ Λαγγοβάρδας ἐπὶ ξυμμαχίᾳ ἰόντων Ἐρούλων τισὶ ξὺν Ἀόρδῳ τῷ τοῦ ἄρχοντος ἀδελφῷ ἐξαπιναίως ἐπιτυγχάνουσι.
34.45
μάχης τε καρτερᾶς γενομένης νικῶσι Ῥωμαῖοι, καὶ τόν τε Ἄορδον τῶν τε Ἐρούλων πολλοὺς ἔκτειναν. γνόντες δὲ Γήπαιδες ἄγχιστά πη εἶναι τὸν Ῥωμαίων στρατόν, τὰ διάφορα εὐθὺς Λαγγοβάρδαις διέλυσαν, ἔς τε σπονδὰς οἱ βάρβαροι οὗτοι ξυνέβησαν ἀλλήλοις, ἀκόντων Ῥωμαίων.
34.46
ταῦτα ἐπεὶ ὁ Ῥωμαίων στρατὸς ἔμαθον, ἐν πολλῇ ἀμηχανίᾳ ἐγένοντο. οὔτε γὰρ ἔτι ἐδύναντο πρόσω ἰέναι οὔτε ἀναστρέφειν ὀπίσω εἶχον δειμαίνοντες οἱ στρατηγοὶ μὴ Γήπαιδές τε καὶ Ἔρουλοι καταθέοντες τὴν Ἰλλυριῶν ληΐσωνται χώραν.
34.47
αὐτοῦ γοῦν μείναντες ἐς βασιλέα τὰ παρόντα σφίσιν ἀνήνεγκαν. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι.
35.1
Βελισάριος μὲν τὴν ἐπὶ τὸ Βυζάντιον οὐδενὶ κόσμῳ ᾔει, γῆς μὲν τῆς Ἰταλῶν πενταετὲς οὐδαμῆ ἀποβάς, οὐδέ πη ὁδῷ ἰέναι ἐνταῦθα ἰσχύσας, ἀλλὰ φυγῇ κεκρυμμένῃ ἐχόμενος πάντα τοῦτον τὸν χρόνον. ἔκ τε ὀχυρώματος ἀεὶ ἐπιθαλασσίου τινὸς ἐς ἄλλο ἐπὶ τῆς παραλίας ὀχύρωμα διηνεκὲς
35.2
ναυτιλλόμενος καὶ ἀπ’ αὐτοῦ ἀδεέστερον τοὺς πολεμίους τετύχηκε Ῥώμην τε ἀνδραποδίσαι καὶ τἄλλα ὡς εἰπεῖν ἅπαντα. τότε δὲ καὶ Περυσίαν πόλιν. ἣ πρώτη ἐν Τούσκοις οὖσα ἐτύγχανε. πικρότατα πολιορκουμένην ἀπέλιπεν, ἥπερ αὐτοῦ ἔτι ὁδῷ ἰόντος κατ’ ἄκρας ἑάλω.