Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

34.38 μέτροις, ὁπόσα οὐκ ἄν τις διαριθμήσαιτο. ἡμεῖς δὲ τῇ φιλίᾳ τῇ σῇ τὸ θαρσεῖν ἔχοντες, τοῦτο, ὅπερ ἐβούλου, διαπεπράγμεθα· ὁ δέ τι προΐεσθαι τῶν ὑπαρχόντων βεβουλευμένος κρείσσω παρὰ πολὺ τοῦ πρὸς αὐτοῦ τετυχηκότος τῆς χάριτος τὸν προτερήσαντά τε καὶ γνώμῃ τὸ δῶρον αὐτονόμῳ ἑλόμενον οἴεται εἶναι, ἢν μὴ ἐς τὸν κεκτημένον ὑβρίζων, ἀλλὰ τῷ φίλος οἱ ἐς τὰ μάλιστα εἶναι θαρσῶν, τὴν τοῦ πράγματος ἀξίωσιν πεποιῆσθαι δοκεῖ, ὅπερ καὶ Γήπαισιν ἐς Ῥωμαίους τετύχηκεν εἶναι.
34.39 ὧν ἐνθυμουμένους ὑμᾶς μάλιστα μὲν κατὰ τὸ ξυμμαχικὸν αἰτοῦμεν σὺν ἡμῖν ἐπὶ Λαγγοβάρδας ἰέναι δυνάμει τῇ πάσῃ· εἰ δὲ μή, ἐκποδὼν ἀμφοτέροις στῆναι. ταῦτα γὰρ βουλευόμενοι δίκαιά τε ποιεῖτε καὶ λίαν ἐπιτηδείως τῇ Ῥωμαίων ἀρχῇ.”
34.40 Καὶ Γήπαιδες μὲν τοσαῦτα εἶπον. βουλευσάμενος δὲ πολλὰ Ἰουστινιανὸς βασιλεὺς αὐτοὺς μὲν ἀποπέμψασθαι ἀπράκτους ἔγνω, ὁμαιχμίαν δὲ πρὸς Λαγγοβάρδας διώμοτον πεποιημένος πλέον αὐτοῖς ἢ ἐς μυρίους ἱππεῖς ἔπεμψεν, ὧν δὴ Κωνσταντιανὸς καὶ Βούζης καὶ Ἀράτιος ἦρχον.
34.41 ξυνῆν δὲ αὐτοῖς καὶ Ἰωάννης, ὁ Βιταλιανοῦ ἀδελφιδοῦς, προρρηθὲν αὐτῷ ἐκ βασιλέως, ἐπειδὰν τάχιστα διαμαχήσωνται πρὸς τὸ Γηπαίδων ἔθνος, ἐνθένδε σπουδῇ ἐς τὴν Ἰταλίαν ξὺν τοῖς ἑπομένοις ἰέναι. ἐτύγχανε γὰρ ἐξ Ἰταλίας καὶ αὐτὸς ἥκων.
34.42 ξύμμαχοι δὲ αὐτοῖς Ἔρουλοι πεντακόσιοί τε καὶ χίλιοι εἵποντο, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον.
34.43 οἱ γὰρ ἄλλοι ξύμπαντες Ἔρουλοι ἐς τρισχιλίους ὄντες ξὺν τοῖς Γήπαισιν ἐτετάχατο, ἐπεὶ Ῥωμαίων ἀποστάντες οὐ πολλῷ ἔμπροσθεν ἔτυχον ἐξ αἰτίας ἥ μοι ἐν τοῖς ἔμπροσθεν ἐρρήθη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi