Kitap 7
34.31
καὶ μὴν καὶ τοῦτο λογίζεσθαι ὑμᾶς ἂν πρέποι, ὡς Λαγγοβάρδαι μὲν ἐξ ὑπογυίου Ῥωμαίοις γεγένηνται φίλοι, Γήπαιδας δὲ ὑμῖν ἐνσπόνδους τε τὸ ἀνέκαθεν καὶ γνωρίμους γεγονέναι ξυμβαίνει.
34.32
φιλία δὲ χρόνου μήκει ξυμπλεκομένη τὴν διάλυσιν οὐκ εὐπετῆ ἔχει. ὥστε ξυμμάχους οὐ δυνατοὺς μόνον, ἀλλὰ καὶ βεβαίους κεκτήσεσθε.
34.33
δικαιώματα μὲν οὖν πρὸς ὑμᾶς ἐς τὴν ξυμμαχίαν ἐπαγωγὰ ταῦτά ἐστιν ἡμῖν.” “Θεάσασθε δὲ ὁποῖοι Λαγγοβάρδαι τοὺς τρόπους εἰσί.
34.34
δίκῃ μὲν τὰ διάφορα διαλῦσαι, καίπερ πολλὰ προκαλουμένων ἡμῶν, οὐδαμῆ ἔγνωσαν, θράσει ἀλογίστῳ ἐχόμενοι· ἐπεὶ δὲ ὁ πόλεμος ἤδη που ἐν χερσὶ γέγονεν, οἱ δὲ ὀπίσω τῶν πραγμάτων ἀναποδίζοντες τῷ τὴν οἰκείαν ἀσθένειαν ξυνεπίστασθαι παρ’ ὑμᾶς ἥκουσιν, ἀξιοῦντες Ῥωμαίους ἀνελέσθαι τὸν ὑπὲρ αὐτῶν οὐ δέον ἀγῶνα.
34.35
πάντως δὲ οἱ κλῶπες οὗτοι τό τε Σίρμιον καὶ ἄλλα ἐπὶ Δακίας ἄττα χωρία ὑπόθεσιν ὑμῖν τοῦ πολέμου τοῦδε προΐσχονται εἶναι.
34.36
καίτοι πόλεών τε καὶ χώρας τοσοῦτον τῇ σῇ βασιλείᾳ περίεστιν ὥστε καὶ διερευνᾶσθαι τῶν ἀνθρώπων τινας, οἷς ἂν καὶ δοίης μοῖραν τινα πρὸς ἐνοίκησιν.
34.37
Φράγγους ἀμέλει καὶ τὸ Ἐρούλων ἔθνος καὶ τούτους Λαγγοβάρδας τοσούτοις ἐδωρήσω πόλεώς τε καὶ χώρας, ὦ βασιλεῦ,