Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

34.10 “Σκέψασθε γάρ· Γότθοι μὲν τὴν Δακῶν χώραν ἐς φόρου ἀπαγωγὴν τὰ πρότερα εἶχον, Γήπαιδες δὲ τοῦ Ἴστρου ἐπὶ θάτερα τὸ ἐξ ἀρχῆς ᾤκηντο ἅπαντες, Γότθων μὲν οὕτω κατεπτηχότες τὴν δύναμιν ὥστε τὸν ποταμὸν διαπορθμεύεσθαι οὐδὲ ὅσον ἀποπειράσασθαι πώποτε ἴσχυσαν, ἔνσπονδοι δὲ καὶ φιλοι Ῥωμαίοις τὰ μάλιστα ὄντες καὶ δῶρα πολλὰ τῷ τῆς φιλίας ὀνόματι κομιζόμενοι ἀνὰ πᾶν ἔτος πρός τε τῶν ἔμπροσθεν βεβασιλευκότων,
34.11 καὶ παρὰ σοῦ μέντοι οὐδέν τι ἧσσον. ἡδέως ἂν οὖν πυθοίμεθα τούτων δὴ τῶν ἀνδρῶν τί ποτε ὑπὲρ τουτων αὐτοῖς ἐς Ῥωμαίους ἀγαθὸν εἴργασται. ἀλλ’ οὐκ ἂν ἔχοιεν οὐ μικρὸν ἢ μέγα εἰπεῖν·
34.12 ἕως μὲν οὖν οὐκ εἶχον ἐφ’ ὅτῳ ἂν ὑμᾶς ἀδικοῖεν, οὐ γνώμῃ τινί, ἀλλ’ ἀπορίᾳ ἠναγκασμένοι ἡσυχῆ ἔμενον.
34.13 τοῦ μὲν γὰρ Ἴστρου ἐπέκεινα προσποιεῖσθαι ὑμεῖς οὐδὲν ἠξιοῦτε, τὸ δὲ ἐνθένδε τὸ ἐκ Γότθων αὐτοὺς ἀνεσόβει δέος.
34.14 τίς δ’ ἂν εὐγνωμοσύνην ποτὲ τὴν ἀδυναμίαν καλοίη; ποία δὲ φιλίας βεβαίωσις ἐν τῇ τοῦ ἐξαμαρτάνειν ἀμηχανίᾳ γενήσεται; οὐκ ἔστιν, ὦ βασιλεῦ, ταῦτα, οὐκ ἔστι. δύναμις γὰρ ἀνθρώπου φύσιν ἐνδείκνυται μόνη, ἐξάγουσα πᾶσιν ἐν δημοσίῳ τῇ τοῦ δρᾶν ἐξουσίᾳ τὸν τρόπον.
34.15 ἰδοὺ γάρ, ἐπειδὴ τάχιστα Γήπαιδες εἶδον Γότθους μὲν ἐκ Δακίας ἀπεληλαμένους ἁπάσης, ὑμᾶς δὲ ἀσχολίᾳ τῇ πρὸς τοὺς πολεμίους ἐχομένους, πανταχόθι τῆς γῆς ἐπιβατεῦσαι τῆς ὑμετέρας οἱ μιαρώτατοι τετολμήκασι.”
34.16 “Πῶς ἄν τις ἐφικέσθαι δύναιτο λόγῳ τῆς τοῦ πράγματος ἀτοπίας; οὐ κατεφρόνησαν τῆς Ῥωμαίων ἀρχῆς; οὐκ ἔλυσαν σπονδῶν τε καὶ συμμάχων θεσμούς;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi