Kitap 7
3.17
Ῥωμαῖοι μὲν οὖν ξυμφρονήσαντες τοῦ περιβόλου ἀμφὶ τὰς ἐπάλξεις κατέφυγον, τῶν δὲ βαρβάρων αὐτοῖς πλήθει πολλῷ ἐς χεῖρας ἰόντων οἵ τε ἄλλοι καὶ Ἀρταβάζης πάντων μάλιστα ἔργα θαυμαστὰ ἐνδεικνύμενοι καρτερώτατα τοὺς ἐπιόντας ἠμύνοντο.
3.18
Καὶ τότε δὴ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες τὰ ὑπὲρ τῶν ἐν Βερώνῃ χρημάτων πρὸς ἀλλήλους διοικησάμενοι παντὶ τῷ ἄλλῳ στρατῷ ἐπὶ τὴν πόλιν χωρεῖν ἔγνωσαν.
3.19
ἀποκεκλεισμένας δὲ σφίσι τὰς πύλας εὑρόντες ἰσχυρότατά τε τοὺς πολεμίους ἀμυνομένους ὀπίσω κατὰ τάχος ἀπήλαυνον, καίπερ μαχομένους ἐντὸς τοῦ περιβόλου τοὺς ἑτέρους θεώμενοι καὶ δεομένους μὴ σφᾶς ἀπολιπεῖν, ἀλλ’ αὐτοῦ μένειν, ἕως ἂν καταφυγόντες ἐς αὐτοὺς σώζοιντο.
3.20
διὸ δὴ οἱ ἀμφὶ τὸν Ἀρταβάζην τῷ τε πλήθει βιαζόμενοι τῶν πολεμίων καὶ ἀπογνόντες τὴν ἀπὸ τῶν οἰκείων ἐπικουρίαν, ἀπὸ τοῦ τείχους ἔξω ἥλαντο ἅπαντες.
3.21
οἷς μὲν οὖν καταπεσεῖν ἐφ’ ὁμαλοῦ χωρίου ξυνέβη, οὗτοι δὴ ἀθῷοι ἐς τὸ Ῥωμαίων στρατόπεδον ἐκομίσθησαν, ἐν οἷς καὶ Ἀρταβάζης ἦν· ὅσοι μέντοι ἐς δυσχωρίας κατέπεσον, αὐτοῦ ἅπαντες διεφθάρησαν.
3.22
ἐπεί τε Ἀρταβάζης ἐς τὸ Ῥωμαίων στρατόπεδον ἦλθε, πολλά τε ὀνειδίσας καὶ λοιδορησάμενος ἅπασι ξὺν αὐτοῖς ᾔει, τόν τε Ἠριδανὸν διαβάντες ἐν Φαβεντίᾳ πόλει ἐγένοντο, ἣ χώρας μὲν τῆς Αἰμιλίας ἐστί, σταδίους δὲ εἴκοσι καὶ ἑκατὸν Ῥαβέννης διέχει.
4.1
Τουτίλας δὲ τὰ ἐν Βερώνῃ ξυμπεσόντα μαθὼν Γότθων τε τῶν ἐκ Βερώνης πολλοὺς μετεπέμπετο, καὶ ἐπεὶ παρῆσαν, παντὶ τῷ στρατῷ, ἐς πεντακισχιλίους ὄντι, ἐπὶ τοὺς ἐναντίους ᾔει. ὃ δὴ μαθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες τὰ παρόντα σφίσιν ἐν βουλῇ ἐποιοῦντο.