Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

33.1 Ὑπὸ δὲ τὸν χρόνον τοῦ πολέμου τόνδε κύριοι τῆς ἑσπερίας οἱ βάρβαροι διαρρήδην ἐγένοντο πάσης. τοῖς τε Ῥωμαίοις ὁ Γοτθικὸς πόλεμος, καίπερ τὰ πρῶτα κατὰ κράτος νενικηκόσιν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, ἐς τοῦτο ἀπεκρίθη, ὥστε οὐχ ὅσον σφίσι χρήματα καὶ σώματα ἐπ’ οὐδεμιᾷ ὀνήσει διεφθάρθαι πολλά, ἀλλὰ καὶ Ἰταλίαν προσαπολέσθαι, καὶ Ἰλλυριούς τε καὶ Θρᾷκας σχεδόν τι ξύμπαντας ἐπιδεῖν πρὸς τῶν βαρβάρων ἅτε ὁμόρων γεγενημένων δηιουμένους τε καὶ διαφθειρομένους οὐδενὶ κόσμῳ. ἐγένετο δὲ ὧδε.
33.2 Γαλλίας μὲν ὅλας τὰς σφίσι κατηκόους κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου Γερμανοῖς ἔδοσαν Γότθοι, οὐκ ἂν οἰόμενοι πρὸς ἑκατέρους ἀντιτάξασθαι οἷοί τε εἶναι, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.
33.3 ταύτην τε τὴν πρᾶξιν οὐχ ὅπως οὐ διακωλύειν Ῥωμαῖοι ἔσχον, ἀλλὰ καὶ βασιλεὺς Ἰουστινιανὸς ἐπέρρωσε σφίσι, τοῦ μή τί οὶ ἐναντίωμα τούτων δὴ τῶν βαρβάρων ἐκπεπολεμωμένων ὑπαντιάσαι.
33.4 οὐ γάρ ποτε ᾤοντο Γαλλίας ξὺν τῷ ἀσφαλεῖ κεκτῆσθαι Φράγγοι, μὴ τοῦ αὐτοκράτορος τὸ ἔργον ἐπισφραγίσαντος τοῦτό γε. καὶ ἀπ’ αὐτοῦ οἱ Γερμανῶν ἄρχοντες Μασαλίαν τε τὴν Φωκαέων ἀποικίαν καὶ ξύμπαντα τὰ ἐπιθαλάσσια χωρία ἔσχον, θαλάσσης τε τῆς ἐκείνῃ ἐκράτησαν.
33.5 καὶ κάθηνται μὲν ἐν τῇ Ἀρελάτῳ τὸν ἱππικὸν ἀγῶνα θεώμενοι, νόμισμα δὲ χρυσοῦν ἐκ τῶν ἐν Γάλλοις μετάλλων πεποίηνται, οὐ τοῦ Ῥωμαίων αὐτοκράτορος, ᾗπερ εἴθισται, χαρακτῆρα ἐνθέμενοι τῷ στατῆρι τούτῳ,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi