Kitap 7
32.40
οὕτω γὰρ τὸ ἐνθένδε ἀδεέστερον ᾗ βούλονται διοικήσονται. Ταῦτα Μάρκελλος πρὸς Λεοντίου μαθὼν οὐδ’ ὣς ἐς βασιλέα τὸν λόγον ἀνενεγκεῖν ἔγνω, ἀλλ’ ἔτι ὀκνήσει πολλῇ εἴχετο, τοῦ μὴ τὸν Ἀρταβάνην σπουδῇ πολλῇ κατεργάσασθαι ἀπερισκέπτως.
32.41
ὁ μέντοι Γερμανος ἅπαντα ἔς τε Βούζην καὶ Κωνσταντιανὸν ἐξήνεγκε, δείσας, ὅπερ ἐγένετο, μή τινα ἐκ τῆς μελλήσεως ὑποψίαν λάβῃ.
32.42
Ἡμέραις δὲ πολλαῖς ὕστερον, ἐπειδὴ παρὼν Βελισάριος ἄγχιστά του ἤδη ἠγγέλλετο, Μάρκελλος μὲν ἐς βασιλέα τὸν πάντα λόγον ἀνήνεγκεν, ὁ δὲ αὐτίκα ἐς τὴν εἱρκτὴν ἀπαχθῆναι τοὺς ἀμφὶ Ἀρταβάνην ἐκέλευε, τῶν τε ἀρχόντων τισὶ τὴν ἐπ’ αὐτοῖς ἐπέτρεπε βάσανον.
32.43
ἐπεὶ δὲ ἡ ἐπιβουλὴ ξύμπασα ἐς φῶς τε ἤδη ἐληλύθει καὶ διαρρήδην ἐν γράμμασιν ἦν, ἅπαντας βασιλεὺς τοὺς ἐκ τῆς συγκλήτου βουλῆς ἐν Παλατίῳ ἐκάθισεν, οὗπερ εἰώθασι τὰς ἀμφὶ τοῖς ἀντιλεγομένοις ποιεῖσθαι γνώσεις.
32.44
οἵπερ ἀναλεξάμενοι ἅπαντα ὅσα τοῖς εὐθυνομένοις δεδιηγῆσθαι τετύχηκεν, οὐδέν τι ἧσσον ἐς Γερμανόν τε καὶ Ἰουστῖνον τὸν αὐτοῦ παῖδα τὸ ἔγκλημα ἦγον, ἕως ὁ Γερμανὸς Μαρκέλλου τε καὶ Λεοντίου τὴν μαρτυρίαν παρασχόμενος ἐκλύειν τὴν ὑποψίαν ἔσχεν.
32.45
αὐτοί τε γὰρ καὶ Κωνσταντιανὸς καὶ Βούζης διώμοτοι ἰσχυρίσαντο μηδ’ ὁτιοῦν σφᾶς τούτων δὴ ἕνεκα τὸν Γερμανὸν ἀποκρύψασθαι, ἀλλὰ ταύτῃ πάντα ξυνενεχθῆναι ᾗπέρ μοι ἔναγχος δεδιήγηται.
32.46
οἱ μὲν οὖν ἐκ τῆς συγκλήτου εὐθὺς αὐτοῦ τε καὶ τοῦ παιδὸς ἀπεψηφίσαντο ἅπαντες ἅτε οὐδὲν εἰς τὴν πολιτείαν ἡμαρτηκότων.