Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

32.10 ἀλλὰ γὰρ” ἔφη “οὐδέ τίς σοι ἀντιστήσεται τῶν Ἰουστινιανοῦ ξυγγενῶν. ὁ μέντοι γε πάντων δυνατώτατος Γερμανός, οἶμαι, ξυλλήψεταί σοι προθυμούμενος ξὺν τοῖς παισὶ τοῖς αὑτοῦ, νεανίαις τε οὖσι καὶ τῇ τε ἡλικίᾳ καὶ τῷ θυμῷ ἐπ’ αὐτὸν ζέουσιν, οὕς γε καὶ τὴν πρᾶξιν αὐτοματίσειν ἐλπίδα ἔχω.
32.11 ἠδικημένοι γὰρ πρὸς ἐκείνου τυγχάνουσιν ἤδη ὅσα οὔτε ἡμεῖς οὔτε τις ἄλλος Ἀρμενίων οὐδείς.” τοιούτοις Ἀρσάκης ἀεὶ καταγοητεύων τὸν Ἀρταβάνην, ἐπειδή ποτε αὐτὸν ἐνδόντα εἶδεν, ἐπί τινα Περσαρμένιον ἕτερον,
32.12 Χαναράγγην ὄνομα, τὸ πρᾶγμα ἦγεν. ἦν δὲ οὗτος ὁ Χαναράγγης νεανίας μέν, καλὸς δὲ τὸ σῶμα, οὐ μέντοι κατεσπουδασμένος, ἀλλ’ ἐπὶ πλεῖστον παιδαριώδης.
32.13 Ἐπεὶ οὖν Ἀρσάκης αὐτόν τε καὶ Ἀρταβάνην τά τε ἐς τὴν γνώμην καὶ ἐς τοὺς λόγους ξυνέμιξεν, ἀπηλλάσσετο ἐπαγγειλάμενος Γερμανόν τε καὶ τοὺς αὐτοῦ παῖδας ὁμογνώμονας ἐς τὸ ἔργον θήσεσθαι σφίσι.
32.14 καὶ ἦν γὰρ Ἰουστῖνος ὁ πρεσβύτερος τῶν Γερμανοῦ παίδων νεανίας μὲν καὶ πρῶτον ὑπηνήτης, δραστήριος δὲ καὶ ἐς τὰς πράξεις ὀξύτερος·
32.15 ὥστε καὶ ἐς τῶν ὑπάτων τὸν δίφρον οὐ πολλῷ ἔμπροσθεν ἀναβεβήκει. ἀφικόμενός τε παρ’ αὐτὸν Ἀρσάκης ἔφασκέν οἱ λάθρα ἐν ἱερῷ τινι ἐντυχεῖν βούλεσθαι.
32.16 ἐπεί τε ἐν τῷ ναῷ ἐγενέσθην ἄμφω, ἠξίου πρῶτον Ἀρσάκης τὸν Ἰουστῖνον δι’ ὅρκων ἰσχυρίσασθαι μή ποτε τοὺς λόγους ἔς τινα τῶν πάντων ἀνθρώπων ὅτι μὴ ἐς τὸν πατέρα μόνον ἐξοίσειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi