Kitap 7
31.6
οἱ γὰρ ἄνθρωποι εὐημερίας ἐκ τοῦ παραλόγου ἐπιλαβόμενοι οὐ δύνανται τὴν διάνοιαν ἐνταῦθα ἑστάναι, ἀλλὰ καραδοκοῦσι τὰ πρόσω, καὶ ταῖς ἐλπίσιν ἐπίπροσθεν ἀεὶ χωροῦσιν, ἕως καὶ τῆς οὐ δέον ὑπαρξάσης αὐτοῖς εὐδαιμονίας στερήσονται. Βασιλεὺς μέντοι τὴν δέησιν ἐπιτελῆ ἐποίει καὶ τὸν Ἀρταβάνην ἐς Βυζάντιον μετεπέμπετο,
31.7
ἕτερον ἀντικαταστήσας Λιβύης στρατηγόν, ᾗπέρ μοι δεδιήγηται.
31.8
γενόμενον δὲ τὸν Ἀρταβάνην ἐν Βυζαντίῳ ὁ μὲν δῆμος τῶν πεπραγμένων ἐθαύμαζε καὶ ἄλλως ἠγάπα.
31.9
ἦν γὰρ εὐμήκης τε το σῶμα καὶ καλός, τό τε ἦθος ἐλευθέριος καὶ ὀλίγα ἄττα φθεγγόμενος. βασιλεὺς δὲ αὐτὸν ἐν τοῖς μάλιστα ἐτετιμήκει.
31.10
στρατηγόν τε γὰρ τῶν ἐν Βυζαντίῳ στρατιωτῶν καὶ ἄρχοντα φοιδεράτων καταστησάμενος ἐς τῶν ὑπάτων ἀνεγράψατο τὸ ἀξίωμα.
31.11
τῇ μέντοι Πρεϊέκτᾳ ξυνοικίζεσθαι οὐδαμῆ ἴσχυσεν. ἦν γὰρ αὐτῷ γυνὴ πρότερον ξυγγενής τε οὖσα καὶ ἐκ παιδὸς αὐτῷ ἐς γάμον ἐλθοῦσα.
31.12
ἣν δὴ πολλῷ ἔμπροσθεν ἀποσεισάμενος αὐτὸς ἔτυχε τῶν τινος ἴσως παραπεπτωκυίας αἰτίας, ὧν δὴ ἕνεκα γυναῖκας ἀνδράσι προσκρούειν ξυμβαίνει.
31.13
αὕτη, τέως μὲν τῷ Ἀρταβάνῃ οὐκ εὖ καθεστήκει τὰ πράγματα, οἴκοι καθῆστο ἐν πάσῃ ἀπραγμοσύνῃ, τὰ παρόντα σιωπῇ φέρουσα. ἐπεὶ δὲ Ἀρταβάνης ἤδη λαμπρός τε τοῖς ἔργοις καὶ μέγας ἐγεγόνει ταῖς τύχαις, οὐκ ἐνεγκοῦσα ἡ γυνὴ ἔτι τὴν ἀτιμίαν ἐς Βυζάντιον ἦλθεν. ἱκέτις τε γενομένη τῆς βασιλίδος ἀπολαβεῖν τὸν ἄνδρα ἠξίου.
31.14
ἡ δὲ βασιλὶς ʽἐπεφύκει γὰρ ἀεὶ δυστυχούσαις γυναιξὶ προσχωρεῖν’ ἀκουσίῳ αὐτὴν τῷ Ἀρταβάνῃ ὡς μάλιστα ξυνοικεῖν ἔγνω, τήν τε Πρεϊέκταν Ἰωάννης ὁ Πομπηίου τοῦ Ὑπατίου γυναῖκα γαμετὴν ἐποιήσατο.