Kitap 7
30.6
ἦσαν δὲ Ἰταλῶν μὲν ἐν τῷ φρουρίῳ τούτῳ πολλοί τε καὶ λόγιμοι, καὶ Δεοφέρων ὁ Τουλλιανοῦ ἀδελφός, τοῦ δὲ Ῥωμαίων στρατοῦ ἱππεῖς μὲν Ἰλλυριοὶ τριακόσιοι, οὕσπερ Ἰωάννης ἐνταῦθα καταστησάμενος ἔτυχε, Χαλαζάρ τε αὐτοῖς τὸν δορυφόρον ἐπιστήσας, Μασσαγέτην γένος, διαφερόντως ἀγαθὸν τὰ πολέμια, καὶ Γουδίλαν Θρᾷκα, καὶ πεζοὶ ἑκατὸν πρὸς Βελισαρίου ἐπὶ τῇ φυλακῇ τοῦ φρουρίου σταλέντες.
30.7
Τότε καὶ ὅσοι στρατιῶται πρὸς Βελισαρίου ἐπὶ τῇ Ῥώμης φρουρᾷ ἐτετάχατο τὸν σφῶν ἄρχοντα Κόνωνα κτείνουσιν, ἐμπορίαν αὐτῷ τοῦ τε σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων ἐπὶ πονηρῷ τῷ σφετέρῳ ἐπενεγκόντες.
30.8
πρέσβεις τε τῶν ἱερέων τινὰς πέμπουσιν, ἀπισχυριζόμενοι ὡς, ἢν μὴ βασιλεὺς τούτου δὴ τοῦ ἐγκλήματος ἀμνηστίαν σφίσι διδοίη χρόνου τε ῥητοῦ τὰς συντάξεις ἐκτίσοι ὅσας δὴ αὐτοῖς τὸ δημόσιον ὤφειλε, Τουτίλᾳ τε καὶ Γότθοις οὐδὲν μελλήσαντες προσχωρήσουσι. βασιλεύς τε αὐτοῖς τὴν δέησιν ἐπιτελῆ ἐποίει.
30.9
Βελισάριος δὲ τὸν Ἰωάννην ἐς τὸν Δρυοῦντα μεταπεμψάμενος ξύν τε αὐτῷ καὶ Βαλεριανῷ καὶ ἄλλοις ἄρχουσι στόλον πολὺν ἀγείρας εὐθὺ Ῥουσκιανῆς κατὰ τάχος ἔπλει, τοῖς πολιορκουμένοις ἐπαμύνειν ἐν σπουδῇ ἔχων.
30.10
οἵ τε ἐν τῷ φρουρίῳ τὸν στόλον τοῦτον ἅτε ἀφ’ ὑψηλοῦ κατιδόντες εὐέλπιδές τε γενόμενοι οὐκέτι τοῖς πολεμίοις προσχωρεῖν ἔγνωσαν, καίπερ ἐνισταμένης ἤδη τῆς σφίσι ξυγκειμένης ἡμέρας.
30.11
καὶ τὰ μὲν πρῶτα χειμῶνος ἐξαισίου ἐπιπεσόντος, ἄλλως τε καὶ τῆς ἐκείνῃ ἀκτῆς ἀλιμένου παντάπασιν οὔσης, ταῖς ναυσὶν ἁπάσαις ὡς ἀπωτάτω ἀλλήλων ξυνηνέχθη διασκεδάννυσθαι·