Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

29.6 Τότε καὶ Νεῖλος ὁ ποταμὸς ὑπὲρ ὀκτωκαίδεκα πήχυς ἀναβὰς ἐπέκλυσε μὲν τὴν Αἴγυπτον καὶ ἤρδευσε πᾶσαν, ἀλλὰ ἐν μὲν Θηβαΐδι τῇ ὕπερθεν οὔσῃ ὑφιζάνοντά τε καὶ ἀποχωροῦντα τοῖς καθήκουσι χρόνοις τὰ ὕδατα παρείχετο τοῖς τῇδε ᾠκημένοις σπείρειν τε τὴν γῆν καὶ τῶν ἄλλων ἐπιμελεῖσθαι ᾗπερ εἰώθει·
29.7 χώρας δὲ τῆς ἔνερθεν ἐπειδὴ πρῶτον ἐπεπόλασεν, οὐκέτι ἀπέβη, ἀλλ’ ἐνοχλῶν αὐτῇ ξύμπαντα διαγέγονε τὸν τοῦ σπείρειν καιρόν, οὐ ξυμπεσὸν τοῦτό γε πρότερον ἐκ τοῦ παντὸς αἰῶνος, ἔστι δὲ οὗ καὶ ἀπολωφῆσαν τὸ ὕδωρ ἐπέκλυσεν αὖθις οὐ πολλῷ ὕστερον.
29.8 ταύτῃ τε ἅπαντα ἐσεσήπει τὰ σπέρματα, ὅσα δὴ μεταξὺ καταβεβλημένα ἐς τὴν γῆν ἔτυχε. καὶ οἱ μὲν ἄνθρωποι τῷ παραλόγῳ τῆς ξυμφορᾶς ἀμηχανίᾳ πολλῇ εἴχοντο, τῶν δὲ ἄλλων ζῴων ἀπορίᾳ τροφῆς τὰ πλεῖστα ἐφθάρη.
29.9 Τότε καὶ τὸ κῆτος, ὃ δὴ Βυζάντιοι Πορφύριον ἐκάλουν, ἑάλω. τοῦτό τε τὸ κῆτος πλέον μὲν ἢ ἐς πεντήκοντα ἐνιαυτοὺς τό τε Βυζάντιον καὶ τὰ ἀμφ’ αὐτὸ χωρία ἠνώχλει, οὐκ ἐφεξῆς μέντοι, ἀλλὰ διαλεῖπον, ἂν οὕτω τύχῃ, πολύν τινα μεταξὺ χρονον.
29.10 καὶ πολλὰ μὲν κατέδυσε πλοῖα, πολλῶν δὲ τοὺς ἐπιβατας ξυνταράττον τε καὶ βιαζόμενον ὡς ἀπωτάτω ἀπήνεγκεν. ἐπιμελὲς μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ ἐγεγόνει τὸ θηρίον τοῦτο χειρώσασθαι. ἐπιτελέσαι δὲ τὸ βούλευμα οὐδεμιᾷ μηχανῆ ἔσχεν. ὅπως δὲ αὐτῷ τανῦν ἁλῶναι ξυνέπεσεν.
29.11 ἐγὼ δηλώσω. ἐτύγχανε μὲν γαλήνη τὴν θάλασσαν πολλὴ ἔχουσα, δελφίνων δὲ πάμπολύ τι πλῆθος ἄγχιστά πη τοῦ στόματος Πόντου τοῦ Εὐξείνου ξυνέρρεον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi