Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

27.8 αἴσθηται.” ὁ μὲν οὖν Τουτίλας ταῦτα εἰπὼν στρατῷ πολλῷ ἐπ’ αὐτὸν ᾔει, Ἔρουλοι δὲ παρόντας ἤδη κατιδόντες τοὺς πολεμίους κατέφυγον ἐς ὕλην τινὰ ἐγγύς πη οὖσαν.
27.9 κυκλώσαντές τε αὐτοὺς οἱ πολέμιοι πλέον μὲν ἢ διακοσίους διέφθειραν, ἔμελλον δὲ Βῆρόν τε αὐτὸν καὶ τοὺς λειπομένους ἐς τὰς ἀκάνθας κρυπτομένους χειρώσασθαι, ἀλλὰ τύχη τις αὐτοῖς ξυμβᾶσα διεσώσατο ἐκ τοῦ παραδόξου.
27.10 νῆες γὰρ ἐν αἷς ὅ τε Οὐαράζης καὶ οἱ ξὺν αὐτῷ Ἀρμένιοι ἔπλεον, ἄφνω ἐς τὴν ἐκείνῃ ἀκτὴν κατῆραν. ὅπερ ἐπεὶ ὁ Τουτίλας εἶδε, πλείονα ἤπερ ἦν ὑποτοπάζων εἶναι τὸν τῶν πολεμίων στρατὸν ἄρας αὐτίκα ἐνθένδε ἀπήλαυνεν, οἵ τε ἀμφὶ τὸν Βῆρον ἄσμενοι ἐς τὰς ναῦς δρόμῳ ἀφίκοντο.
27.11 ὅ τε Οὐαράζης πλεῖν μὲν ἐπίπροσθεν οὐκέτι ἔγνω, ἐς δὲ τὸν Τάραντα ξὺν αὐτοῖς ἦλθεν, οὗ δὴ καὶ Ἰωάννης ὁ Βιταλιανοῦ παντὶ τῷ στρατῷ ἀφίκετο οὐ πολλῷ ὕστερον. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε.
27.12 Βελισαρίῳ δὲ βασιλεὺς ἔγραψεν ὅτι δὴ πολλὴν αὐτῷ στρατιὰν πέμψειεν, οἷσπερ αὐτὸν δεῖν ἐν Καλαβρίᾳ ξυμμίξαντα τοῖς πολεμίοις ὁμόσε ἰέναι.
27.13 ἤδη δὲ καὶ Βαλεριανὸς ἄγχιστα κόλπου τοῦ Ἰονίου ἥκων διαπορθμεύσασθαι μὲν ᾤετό οἱ ἔν γε τῷ παρόντι ἀξύμφορον εἶναι.
27.14 στρατιώταις τε γὰρ καὶ ἵπποις ἐς ἐκεῖνο τοῦ καιροῦ τὰ ἐπιτήδεια οὐκ ἂν ἐπαρκέσειν, ἐπεὶ ἀμφὶ τροπὰς χειμερινὰς ἦν.
27.15 τριακοσίους δὲ τῶν αὐτῷ ἑπομένων Ἰωάννῃ πέμψας ὡμολόγησε διαχειμάσας ἅμα ἦρι ἀρχομένῳ καὶ αὐτὸς ἥξειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi