Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 7

26.7 καὶ μάχη μὲν ἐκ τοῦ αἰφνιδίου ἰσχυρὰ γίνεται· ἅμα γὰρ τῇ ὄψει ἐς χεῖρας ἦλθον· νικῶσι δὲ κατὰ κράτος Ῥωμαῖοι καὶ τοὺς πλείστους τῶν πολεμίων εὐθὺς ἔκτειναν.
26.8 ὀλίγοι τε τῶν βαρβάρων τινὲς φυγεῖν ἴσχυσαν, καὶ δρόμῳ ἐχόμενοι ἐς Μεντοῦρναν ἀφίκοντο. οὕσπερ ἐπεὶ οἱ ἄλλοι εἶδον τοὺς μὲν αἵματι περιρρεομένους, τοὺς δὲ καὶ τὰ βέλη ἐν τοῖς σώμασιν ἔτι φέροντας, ἄλλους δὲ οὔτε τι φθεγγομένους οὔτε τι ἀπαγγέλλοντας τῶν ξυμπεσόντων, ἀλλ’ ἔτι τῆς ὑπαγωγῆς ἐχομένους καὶ τὸ ἐν σφίσιν αὐτοῖς δέος ἐνδεικνύντας, αὐτίκα ἐς τοὺς ἵππους ἀναθορόντες ξὺν αὐτοῖς ἔφευγον.
26.9 καὶ παρὰ Τουτίλαν ἐλθόντες πλῆθος ἀμύθητον εἶναι τῶν πολεμίων ἐσήγγελλον, ταύτῃ δηλονότι τὴν ἐκ τῆς φυγῆς αἰσχύνην ἰώμενοι.
26.10 Ἐτύγχανον δὲ στρατιῶται Ῥωμαῖοι οὐχ ἧσσον ἢ ἑβδομήκοντα τῶν εἰς Γότθους ηὐτομοληκότων τὸ πρότερον ἐς τὰ ἐπὶ Καμπανίας χωρία ἰόντες,
26.11 οἵπερ Ἰωάννῃ προσχωρεῖν ἔγνωσαν. Ἰωάννης δὲ ἄνδρας μὲν τῶν ἐκ βουλῆς ὀλίγους τινὰς ἐνταῦθα εὗρε, γυναῖκας δὲ σχεδόν τι ἁπάσας.
26.12 Ῥώμης γὰρ ἁλισκομένης πολλοὶ μὲν ἄνδρες φεύγουσι τοῖς στρατιώταις ἐπισπόμενοι ἐς τὸν Πόρτον ἀφίκοντο, ταῖς δὲ γυναιξὶ πάσαις ἁλῶναι ξυνέβη.
26.13 Κλημεντῖνος μέντοι, πατρίκιος ἀνήρ, καταφυγὼν ἔς τινα τῶν ἐκείνῃ νεῶν, τῷ Ῥωμαίων στρατῷ ἕπεσθαι οὐδαμῆ ἤθελεν, ἐπεὶ φρούριον ὃ Νεαπόλεως ἄγχιστά ἐστι Τουτίλᾳ τε καὶ Γότθοις ἐνδοὺς πρότερον, τὴν βασιλέως, ὡς τὸ εἰκός, ὀργὴν ἐδεδίει· Ὀρέστης τε, ὁ Ῥωμαίων γεγονὼς ὕπατος, ἄγχιστα μέν πη ἐτύγχανεν ὤν, ἵππων δὲ ἀπορίᾳ ὡς ἥκιστα ἐθέλων αὐτοῦ ἔμενε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi