Kitap 7
2.15
Ἐράριχος δὲ Γότθους ἅπαντας συγκαλέσας πρέσβεις ἀνέπεισε πρὸς Ἰουστινιανὸν βασιλέα πέμψαι, δεησομένους ἐφ’ ᾧ εἰρήνην πρὸς αὐτοὺς θήσεται, ἐφ’ οἷσπερ Οὐιττίγιδι τὰ πρότερα σπένδεσθαι ἤθελεν· ὥστε τὰ ἐκτὸς Πάδου ποταμοῦ Γότθους ἔχοντας ἀπαλλάσσεσθαι Ἰταλίας τῆς ἄλλης.
2.16
καὶ ἐπεὶ Γότθοι ταῦτα ἐπῄνεσαν, ἀπολέξας τινὰς τῶν οἱ ἐς τὰ μάλιστα ἐπιτηδείων, πρέσβεις ἔπεμψεν ἄλλους τε καὶ Καβαλλάριον ὄνομα.
2.17
οἱ δὲ πρὸς βασιλέα ταῦτα δῆθεν τῷ λόγῳ πράξειν ἔμελλον ἅπερ μοι ἔμπροσθεν εἴρηται, λάθρα δὲ αὐτοῖς ἄλλο μηδὲν πρὸς βασιλέα πράσσειν ἐπέστελλε, πλήν γε δὴ ὅπως χρήματά τε αὐτὸς πολλὰ λήψεται καὶ ἐς πατρικίους ἀνάγραπτος εἴη ἐφ’ ᾧ Ἰταλίαν παραδοὺς ξύμπασαν τὸ τῆς ἀρχῆς κατάθοιτο σχῆμα.
2.18
οἱ μὲν οὖν πρέσβεις ἐπειδὴ ἐν Βυζαντίῳ ἐγένοντο, κατὰ ταῦτα ἔπρασσον. ἐν τούτῳ Γότθοι Ἐράριχον κτείνουσι δόλῳ. τελευτήσαντος δὲ αὐτοῦ παρέλαβε κατὰ τὰ ξυγκείμενα σφίσι τὴν ἀρχὴν Τουτίλας.
3.1
Ἐπεὶ δὲ Ἰουστινιανὸς βασιλεὺς ἔμαθε τά τε ἀμφὶ Ἐραρίχῳ ξυνενεχθέντα καὶ ὅτι Γότθοι Τουτίλαν σφίσιν ἐς τὴν ἀρχὴν κατεστήσαντο, κακίζων τε καὶ ἐρεσχελῶν τοὺς ἐνταῦθα τοῦ στρατοῦ ἄρχοντας οὐκέτι ἀνίει.
3.2
διὸ δὴ φυλακτήρια καταστησάμενοι ἐν πόλει ἑκάστῃ Ἰωάννης τε ὁ Βιταλιανοῦ ἀδελφιδοῦς καὶ Βέσσας καὶ Βιτάλιος καὶ οἱ ἄλλοι ξύμπαντες ἐς Ῥάβενναν ξυνελέγοντο, οὗ δὴ Κωνσταντιανὸς καὶ Ἀλέξανδρος, οὗ πρόσθεν ἐμνήσθην, διατριβὴν εἶχον.