Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

25.5 Οὕτω μὲν Φράγγοι τὰς Ἄλπεις ἀμείψαντες αἳ Γάλλους τε καὶ Ἰταλοὺς διορίζουσιν, ἐν Λιγούροις ἐγένοντο.
25.6 Γότθοι δὲ αὐτῶν πρότερον τῇ ἀγνωμοσύνῃ ἀχθόμενοι, ὅτι δὴ χώραν τε πολλὴν καὶ χρήματα ὑποσχομένοις μεγάλα πολλάκις ὑπὲρ ξυμμαχίας προέσθαι τρόπῳ οὐδενὶ τὴν ὑπόσχεσιν ἐπιτελῆ ποιήσασθαι ἤθελον, ἐπειδὴ Θευδίβερτον παρεῖναι στρατῷ πολλῷ ἤκουσαν, ἔχαιρον ταῖς ἐλπίσιν ἐς τὰ μάλιστα ἐπαιρόμενοι καὶ τῶν πολεμίων ἀμαχητὶ περιέσεσθαι τὸ λοιπὸν ᾤοντο.
25.7 οἱ δὲ Γερμανοί, τέως μὲν ἐν Λιγούροις ἦσαν, οὐδὲν ἐς Γότθους ἄχαρι ἔπρασσον, ὅπως σφίσι μηδεμία κωλύμη ἐς τοῦ Πάδου τὴν διάβασιν πρὸς αὐτῶν γένηται.
25.8 ὡς δὲ ἵκοντο ἐς Τικινῶν πόλιν, ἵνα δὴ γέφυραν ἐς τὸν ποταμὸν τοῦτον ἐτεκτήναντο οἱ πάλαι Ῥωμαῖοι, τά τε ἄλλα ὑπούργουν οἱ ταῦτα φυλάσσοντες καὶ τὸν Πάδον κατ’ ἐξουσίαν διαβαίνειν εἴων.
25.9 ἐπιλαβόμενοι δὲ τῆς γεφύρας οἱ Φράγγοι παῖδάς τε καὶ γυναῖκας τῶν Γότθων οὕσπερ ἐνταῦθα εὗρον ἱέρευόν τε καὶ αὐτῶν τὰ σώματα ἐς τὸν ποταμὸν ἀκροθίνια τοῦ πολέμου ἐρρίπτουν.
25.10 οἱ γὰρ βάρβαροι οὗτοι, Χριστιανοὶ γεγονότες, τὰ πολλὰ τῆς παλαιᾶς δόξης φυλάσσουσι, θυσίαις τε χρώμενοι ἀνθρώπων καὶ ἄλλα οὐχ ὅσια ἱερεύοντες, ταύτῃ τε τὰς μαντείας ποιούμενοι.
25.11 κατιδόντες δὲ Γότθοι τὰ ποιούμενα ἔς τε ἄμαχόν τι δέος κατέστησαν καὶ φυγῇ ἐχόμενοι ἐντὸς τοῦ περιβόλου ἐγένοντο. Οἱ μὲν οὖν Γερμανοὶ Πάδον ποταμὸν διαβάντες ἐς τὸ Γότθων στρατόπεδον ἦλθον, οἱ δὲ Γότθοι κατ’ ἀρχὰς μὲν ἄσμενοι ἐθεῶντο κατ’ ὀλίγους αὐτοὺς ἐπὶ σφᾶς προσιόντας, ἐπὶ ξυμμαχίᾳ τῇ σφετέρᾳ τοὺς ἄνδρας ἥκειν οἰόμενοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi