Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

24.23 τοῖς τε γὰρ Ῥωμαίοις ἔδοξεν ἀποχρῆν, εἰ τοῖς ἐναντίοις ἐμποδὼν στήσονται, ὥστε μὴ ἐπὶ τοὺς πολιορκοῦντας πορεύεσθαι, καὶ οἱ βάρβαροι ἐνταῦθα ὤκνουν διαμάχεσθαι τοῖς πολεμίοις, λογιζόμενοι ὡς, ἢν ἐν ταύτῃ τῇ ξυμβολῇ ἀτυχήσωσιν, ἅπαντα Γότθων διαφθεροῦσι τὰ πράγματα.
24.24 οὐ γὰρ ἔτι τοῖς ἀμφὶ τὸν Οὐίττιγιν ἐπιμιγνύμενοι ἀμύνειν τοῖς πολιορκουμένοις ξὺν αὐτῷ ἕξουσι. τοιαύτῃ μὲν γνώμῃ ἑκάτεροι ἡσυχίαν ἦγον.
25.1 Ἐν τούτῳ δὲ Φράγγοι κεκακῶσθαι τῷ πολέμῳ Γότθους τε καὶ Ῥωμαίους ἀκούσαντες καὶ δι’ αὐτὸ ῥᾷστα ἂν οἰόμενοι Ἰταλίας τὰ πολλὰ σφίσιν αὐτοῖς προσποιήσασθαι, δεινὰ ἐποιοῦντο, εἰ πόλεμον μὲν ἕτεροι ἐς τοσόνδε χρόνου διαφέρουσι μῆκος περὶ χώρας ἀρχῇ οὕτω δὴ αὐτοῖς ἐν γειτόνων οὔσης, αὐτοὶ δὲ ἡσυχῆ μένοντες ἀμφοτέροις ἐκποδὼν στήσονται.
25.2 ὅρκων τοίνυν ἐν τῷ παραυτίκα καὶ ξυνθηκῶν ἐπιλελησμένοι, αἵπερ αὐτοῖς ὀλίγῳ πρότερον πρός τε Ῥωμαίους καὶ Γότθους ἐπεποίηντο ʽἔστι γὰρ τὸ ἔθνος τοῦτο τὰ ἐς πίστιν σφαλερώτατον ἀνθρώπων ἁπάντων’ ἐς μυριάδας δέκα εὐθὺς ξυλλεγέντες, ἡγουμένου σφίσι Θευδιβέρτου, ἐς Ἰταλίαν ἐστράτευσαν, ἱππέας μὲν ὀλίγους τινὰς ἀμφὶ τὸν ἡγούμενον ἔχοντες,
25.3 οἳ δὴ καὶ μόνοι δόρατα ἔφερον, οἱ λοιποὶ δὲ πεζοὶ ἅπαντες οὔτε τόξα οὔτε δόρατα ἔχοντες, ἀλλὰ ξίφος τε καὶ ἀσπίδα φέρων ἕκαστος καὶ πέλεκυν ἕνα. οὗ δὴ ὁ μὲν σίδηρος ἁδρός τε καὶ ὀξὺς ἑκατέρωθι ἐς τὰ μάλιστα ἦν, ἡ λαβὴ δὲ τοῦ ξύλου βραχεῖα ἐς ἄγαν.
25.4 τοῦτον δὴ τὸν πέλεκυν ῥίπτοντες ἀεὶ ἐκ σημείου ἑνὸς εἰώθασιν ἐν τῇ πρώτῃ ὁρμῇ τάς τε ἀσπίδας διαρρηγνύναι τῶν πολεμίων καὶ αὐτοὺς κτείνειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi