Kitap 6
24.17
Βελισάριος δὲ ταῦτα πρὸς τῶν αὐτομόλων ἀκούσας ἔτι μᾶλλον ἐς τὸ ἀκριβὲς φυλακὴν ἐκέλευε ποιεῖσθαι, ὅπως μή τι συμβαίη καὶ αὖθις τοιοῦτο. ταῦτα μὲν ἐγίνετο τῇδε.
24.18
Οἱ δὲ ἀμφὶ Κυπριανὸν καὶ Ἰουστῖνον Φισούλαν πολιορκοῦντες τῷ μὲν περιβόλῳ προσβάλλειν ἢ ἄγχιστά που αὐτοῦ ἰέναι οὐδαμῆ εἶχον· δυσπρόσοδον γὰρ τοῦτο πανταχόθεν τὸ φρούριον ἦν. τῶν δὲ βαρβάρων σφίσι συχνὰ ἐπεξιόντων μάχῃ τε μᾶλλον διακρίνεσθαι πρὸς αὐτοὺς ἐθελόντων ἢ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πιέζεσθαι, ἀγχώμαλοι μὲν αἱ ξυμβολαὶ τὰ πρῶτα ἐγίνοντο, ἔπειτα δὲ πλέον ἤδη Ῥωμαῖοι ἔχοντες ἔς τε τὸ τεῖχος τοὺς πολεμίους κατέκλεισαν καὶ ἀσφαλῶς διεφύλασσον,
24.19
ὥστε μηδένα πη ἐνθένδε ἰέναι. οἱ μὲν οὖν βάρβαροι τῶν τε ἀναγκαίων σπανίζοντες καὶ τοῖς παροῦσιν ἀπορούμενοι, λαθόντες τοὺς πολεμίους παρὰ τὸν Οὐίττιγιν ἔπεμπον, βοηθεῖν σφίσιν αὐτοῖς κατὰ τάχος δεόμενοι, ὡς οὐκέτι πλείω τινὰ ἀνθέξουσι χρόνον.
24.20
Οὐίττιγις δὲ Οὐραΐαν ἐκέλευε ξὺν τῷ ἐν Λιγούροις στρατῷ ἐς Τικινοὺς ἰέναι· οὕτω γὰρ καὶ αὐτὸς ἰσχυρίζετο πάσῃ τῇ Γότθων δυνάμει τοῖς πολιορκουμένοις παρέσεσθαι.
24.21
ὁ δὲ κατὰ ταῦτα ἐποίει καὶ ἅπαν κινήσας τὸ ξὺν αὐτῷ στράτευμα ἐς Τικινοὺς ᾔει· Πάδον τε ποταμὸν διαβάντες ἐγγύς που τοῦ τῶν Ῥωμαίων στρατοπέδου ἦλθον.
24.22
οὗ δὴ καὶ αὐτοὶ στρατοπεδευσάμενοι ἀντεκάθηντο τοῖς πολεμίοις, ἀπέχοντες αὐτῶν μάλιστα ὅσον σταδίους ἑξήκοντα. χειρῶν δὲ οὐδέτεροι ἦρχον.