Kitap 6
23.23
Βελισαρίῳ δὲ τοῖς παροῦσιν ἀπορουμένῳ Προκόπιος, ὃς τάδε ξυνέγραψε, προσελθὼν εἶπεν· “Οἱ ταῖς σάλπιγξιν, ὦ στρατηγέ, τὸ παλαιὸν ἐν τῷ Ῥωμαίων στρατῷ χρώμενοι νόμους τινὰς ἠπίσταντο δύο, ὧν ἅτερος μὲν ἐγκελευομένῳ τε ἐπὶ πλεῖστον ἐῴκει καὶ τοὺς στρατιώτας ἐς μάχην ὁρμῶντι, ὁ δὲ ἄλλος ἐπὶ τὸ στρατόπεδον ἀνεκάλει τοὺς μαχομένους, ἡνίκα ταῦτα ἐδόκει τῷ στρατηγῷ ὡς ἄριστα ἔχειν.
23.24
ταύτῃ τε ἀεὶ οἱ μὲν στρατηγοὶ τὰ καθήκοντα τοῖς στρατιώταις ἐκέλευον, ἐκεῖνοι δὲ τὰ παραγγελλόμενα ἔργα ἐπιτελεῖν ἴσχυον.
23.25
κραυγὴ γὰρ ἐν ταῖς ξυμβολαῖς σημῆναί τι σαφὲς οὐδαμῶς πέφυκε, πατάγου τε, ὡς τὸ εἰκός, πανταχόσε ἀντικτυποῦντος καὶ τοῦ δέους ἐκπλήσσοντος τὰς τῶν μαχομένων αἰσθήσεις.
23.26
ἐπεὶ δὲ τανῦν ἀμαθίᾳ τε ἡ τοιαύτη τέχνη ἐξώλισθε καὶ μιᾷ σάλπιγγι ἄμφω δηλῶσαι ἀμήχανον, αὐτὸς οὕτω τὸ λοιπὸν ποίει.
23.27
σάλπιγξι μὲν ταῖς ἱππικαῖς ἐγκελεύου τοῖς στρατιώταις διαμάχεσθαι τοῖς πολεμίοις, ταῖς δὲ πεζικαῖς ἐπὶ τὴν ἀναχώρησιν ἀνακάλει τοὺς ἄνδρας.
23.28
ἑκατέρου γὰρ αὐτοὺς τοῦ ἤχου μὴ οὐχὶ ξυνεῖναι ἀδύνατον, ἐπεὶ ὁ μὲν ἐκ βύρσης τε καὶ ξύλου ὑπεράγαν λεπτοῦ, ὁ δὲ ἐκ παχέος τινὸς χαλκοῦ πρόεισι.”
23.29
Προκόπιος μὲν τοσαῦτα εἶπε. Βελισάριος δὲ ἥσθη τε τῇ ὑποθήκῃ καὶ ἅπαν ξυγκαλέσας τὸ στράτευμα ἔλεξε τοιάδε· “Προθυμίαν ἐς τόδε ξυμφέρειν τε οἶμαι καὶ πολλοῦ ἐπαίνου ἀξίαν εἶναι, μέχρις ἂν μετρία τις οὖσα οὐδὲν τοῖς ἔχουσι προσποιῆται βλάβος.
23.30
τῷ γὰρ ὑπερβάλλοντι τὰ ἀγαθὰ πάντα πρὸς τὸ χεῖρον ἀεὶ τρέπεσθαι εἴωθεν. ὑμεῖς οὖν μὴ τῷ φιλονείκῳ τὸ λοιπὸν σφάλλεσθε· φεύγειν γὰρ δή που τὸν κακουργοῦντα οὐδεμία αἰσχύνη.