Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

2.33 ἡμέραις γοῦν ἀπέθανε τρισὶν ὕστερον. διὰ ταῦτα μὲν οὖν Ῥωμαῖοι τὴν νύκτα ὅλην ἐκείνην ἐν πένθει μεγάλῳ ἐγένοντο· Γότθων δὲ θρῆνοί τε πολλοὶ καὶ κωκυτοὶ μεγάλοι ἐκ τῶν χαρακωμάτων ἠκούοντο.
2.34 καὶ ἐθαύμαζόν γε Ῥωμαῖοι, ἐπεὶ οὐδὲν ἐδόκει πάθος ξυμβῆναι τοῖς πολεμίοις λόγου ἄξιον τῇ προτεραίᾳ, πλήν γε δὴ ὅτι οὐκ ὀλίγοι αὐτῶν ἐν ταῖς ξυμβολαῖς διεφθάρησαν.
2.35 ὅπερ καὶ πρότερον αὐτοῖς οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ξυνενεχθὲν οὐ λίαν γε αὐτοὺς διὰ τὴν πολυανθρωπίαν ἐτάραξεν.
2.36 ἐγνώσθη μέντοι τῇ ὑστεραίᾳ ὡς ἄνδρας δοκίμους ἐς τὰ μάλιστα τοῦ ἐν Νέρωνος πεδίῳ στρατοπέδου Γότθοι ἐθρήνουν, οὓς δὴ ὁ Βώχας ἐν τῇ πρώτῃ ὁρμῇ ἔκτεινεν.
2.37 Ἐγένοντο δὲ καὶ ἄλλαι οὐκ ἀξιόλογοι ξυμβολαί, ἅσπερ μοι ξυγγράψαι οὔτι ἀναγκαῖον ἔδοξεν εἶναι. πάσας μέντοι ἑπτὰ καὶ ἑξήκοντα ἐν τῇδε τῇ πολιορκίᾳ ξυνηνέχθη γενέσθαι, καὶ δύο δὴ ἄλλας ὑστάτας, αἵ μοι ἐν τοῖς ὄπισθεν λόγοις εἰρήσονται.
2.38 τότε δὲ ὅ τε χειμὼν ἔληγε καὶ τὸ δεύτερον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.
3.1 Ἤδη δὲ τῆς θερινῆς τροπῆς ἀρξαμένης λιμός τε ὁμοῦ καὶ λοιμὸς τοῖς ἐν τῇ πόλει ἐπέπεσε. καὶ τοῖς στρατιώταις σῖτος μὲν ἔτι ἐλείπετο, ἄλλο δὲ τῶν ἐπιτηδείων οὐδέν, Ῥωμαίους δὲ τοὺς ἄλλους ὅ τε σῖτος ἐπελελοίπει καὶ ὁ λιμὸς ἀκριβῶς ξὺν τῷ λοιμῷ ἐπίεζεν.
3.2 ὧν δὴ οἱ Γότθοι αἰσθόμενοι μάχῃ μὲν διακινδυνεύειν πρὸς τοὺς πολεμίους οὐκέτι ἤθελον, ἐφύλασσον δὲ ὅπως αὐτοῖς μηδὲν τοῦ λοιποῦ ἐσκομίζοιτο.
3.3 ἐστὸν δὲ ὕδατος ὀχετὼ δύο μεταξὺ Λατίνης τε καὶ Ἀππίας ὁδοῦ, ὑψηλὼ ἐς ἄγαν, κυρτώμασί τε ἐπὶ πλεῖστον ἀνεχομένω.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi