Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

22.14 γνῶμαι οὖν πολλαὶ πρὸς τῶν ἐς τὴν βουλὴν ξυνιόντων ἐλέγοντο, αἱ μὲν ἐπιτηδείως τοῖς παροῦσιν οὐδαμῆ ἔχουσαι, αἱ δέ τι καὶ λόγου ἄξιον φέρουσαι.
22.15 ἐν αἷς καὶ τόδε ἐς τὸν λόγον ἦλθεν, ὡς οὐ πρότερόν ποτε Ῥωμαίων βασιλεὺς τοῖς ἐν τῇ ἑσπερίᾳ βαρβάροις πολεμεῖν ἴσχυσε, πλήν γε δὴ ὅτε αἱ σπονδαὶ ἐς Πέρσας γεγένηνται.
22.16 τούς τε γὰρ Βανδίλους καὶ Μαυρουσίους τηνικαῦτα ἀπολωλέναι καὶ Γότθοις τὰ παρόντα ξυμπεπτωκέναι. ὥστε, ἤν τις καὶ νῦν Ἰουστινιανῷ αὐτοκράτορι τὸν Μήδων βασιλέα ξυγκρούῃ, οὐ μήποτε Ῥωμαῖοι, τούτου δὴ ἐκπεπολεμωμένου σφίσι τοῦ ἔθνους, πόλεμον ἄλλον διενεγκεῖν πρὸς οὐδένας ἀνθρώπων τὸ λοιπὸν ἕξουσι.
22.17 ταῦτα Οὐιττίγιδί τε αὐτῷ ἤρεσε καὶ Γότθοις τοῖς ἄλλοις. Ἔδοξεν οὖν πρέσβεις παρὰ τὸν Μήδων βασιλέα Χοσρόην στέλλεσθαι, οὐ Γότθους μέντοι, ὅπως μὴ κατάδηλοι αὐτόθεν γινόμενοι ξυγχέωσι τὰ πρασσόμενα, ἀλλὰ Ῥωμαίους, οἵπερ αὐτὸν Ἰουστινιανῷ βασιλεῖ πολέμιον καταστήσουσι.
22.18 διὸ δὴ τῶν ἐν Λιγούροις ἱερέων δύο χρήμασι πολλοῖς ἐς ταύτην ἀναπείθουσι τὴν ὑπουργίαν.
22.19 ὧν ἅτερος μέν, ὅσπερ ἀξιώτερος ἔδοξεν εἶναι, ἐπισκόπου δόκησίν τε καὶ ὄνομα περιβεβλημένος, οὐδὲν αὐτῷ προσῆκον, ἐς τὴν πρεσβείαν καθίστατο, ὁ δὲ ἕτερος αὐτῷ ὑπηρετῶν εἵπετο.
22.20 γράμματά τε αὐτοῖς ἐγχειρίσας πρὸς Χοσρόην γεγραμμένα Οὐίττιγις ἔπεμψεν. οἷς δὴ Χοσρόης ἠγμένος ἀνήκεστα ἐν σπονδαῖς ἔργα Ῥωμαίους εἰργάσατο, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi