Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

22.6 οὗ δὴ ἐντυχόντες τῷ Οὐραΐα στρατῷ, ἀνδράποδά τε καὶ ἄλλα ζῷα ὅσα ἐπῆγον τοῖς πολεμίοις ἀπέδοντο, καὶ χρήματα πολλὰ κεκομισμένοι ἀπώμοσαν, μήποτε Γότθοις ἀντιτάξεσθαι ἢ εἰς χεῖρας ἰέναι.
22.7 οὕτω τε εἰρηναίαν τὴν ἀναχώρησιν ποιησάμενοι ἐς τὰ ἐπὶ Βενετίας χωρία ἦλθον. ἐνταῦθα αὐτοῖς Βιταλίῳ ξυγγενομένοις τῶν ἐς βασιλέα Ἰουστινιανὸν ἡμαρτημένων μετέμελεν.
22.8 ἀφοσιούμενοί τε τὸ ἔγκλημα Οὐίσανδον μὲν τῶν ἀρχόντων ἕνα ξὺν τοῖς ἑπομένοις αὐτοῦ εἴασαν, οἱ δὲ λοιποὶ ἐς Βυζάντιον ἀπεκομίσθησαν ἅπαντες, Ἀλουίθ τε ἡγουμένου σφίσι καὶ Φιλιμούθ, ὅσπερ Φανιθέου τετελευτηκότος ἐν Καισήνῃ τὴν ἀρχὴν ἔσχεν.
22.9 Οὐίττιγις δὲ καὶ οἱ ξὺν αὐτῷ Γότθοι Βελισάριον ἅμα ἦρι ἀρχομένῳ ἐπὶ σφᾶς τε καὶ Ῥάβενναν ἥξειν ἀκούοντες ἐν δείματι μεγάλῳ καθίσταντο καὶ τὰ παρόντα σφίσιν ἐν βουλῇ ἐποιοῦντο· καὶ αὐτοῖς πολλὰ βουλευσαμένοις ʽοὐ γὰρ ἀξιόμαχοι τοῖς πολεμίοις κατὰ μόνας ᾤοντο εἶναἰ ἔδοξεν ἄλλων τινῶν βαρβάρων ἐπικουρίαν ἐπάγεσθαι.
22.10 Γερμανῶν μὲν οὖν τοῦ τε δολεροῦ καὶ ἀπίστου ἤδη ἐν πείρᾳ γεγενημένοι ἀπέσχοντο, ἀγαπῶντες, ἢν μὴ καὶ αὐτοὶ ξὺν Βελισαρίῳ ἐπὶ σφᾶς ἴωσιν,
22.11 ἀλλ’ ἀμφοτέροις ἐκποδὼν στήσωνται. ἐς δὲ Λαγγοβαρδῶν τὸν ἄρχοντα Οὐάκην πρέσβεις ἔπεμψαν, χρήματά τε μεγάλα προτεινόμενοι καὶ ἐς τὴν ὁμαιχμίαν παρακαλοῦντες.
22.12 οἳ δή, ἐπεὶ βασιλεῖ φίλον τε καὶ ξύμμαχον τὸν Οὐάκην ἔγνωσαν εἶναι, ἄπρακτοι ἀνεχώρησαν.
22.13 Οὐίττιγις τοίνυν τοῖς παροῦσιν, ὡς τὸ εἰκός, ἀπορούμενος τῶν πρεσβυτέρων ἀεὶ ξυνεκάλει πολλούς. παρ’ ὧν δὴ συχνὰ ἐπυνθάνετο ὅ τί ποτέ οἱ βουλευομένῳ τε καὶ πράσσοντι ἄμεινον τὰ πράγματα ἕξει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi