Kitap 6
21.17
διὸ δὴ καὶ Ναρσῇ Βελισάριος ἔγραψε τάδε· “Ἓνσῶμα εἶναι πᾶσαν τὴν βασιλέως στρατιὰν νόμιζε, ἣν δὴ ἢν μὴ γνώμην ἐνδείκνυσθαι μίαν ὥσπερ ἀνθρώπου τὰ μέλη ξυμβαίνει, ἀλλά τι ἀλλήλων χωρὶς ἐνεργεῖν βούλεσθαι, λελείψεται ἡμῖν τῶν δεόντων οὐδὲν διαπεπραγμένοις ἀπολωλέναι.
21.18
οὐκοῦν Αἰμιλίαν μὲν ἔα, οὔτε τι ὀχύρωμα ἔχουσαν οὔτε τινὰ Ῥωμαίοις ἔν γε τῷ παρόντι καιρῷ ῥοπὴν φέρουσαν.
21.19
σὺ δὲ Ἰωάννην τε καὶ Ἰουστῖνον κέλευε αὐτίκα δὴ μάλα εὐθὺ τῶν ἐν Μεδιολάνῳ πολεμίων ξὺν τοῖς ἀμφὶ Μαρτῖνον ἰέναι, ἐγγύς τε ὄντας καὶ πρὸς τῶν βαρβάρων τὴν ἐπικράτησιν ἱκανῶς ἔχοντας.
21.20
ἐμοὶ γὰρ ἐνταῦθα στρατιᾶς πλῆθος, ὅπερ ἂν καὶ στέλλοιμι, οὐκ εἶναι ξυμβαίνει, ἄλλως τε καὶ στρατιώτας ἐς Μεδιόλανον ἐνθένδε ἰέναι ἀξύμφορον οἴομαι εἶναι.
21.21
χρόνου τε γὰρ τετρίψεται πλῆθος, ὥστε ὀπίσω τοῦ δέοντος καιροῦ ἐς αὐτὴν ἥξουσι, καὶ τοῖς ἵπποις ἐπὶ τοῖς πολεμίοις χρῆσθαι διὰ μῆκος ὁδοῦ, ἡνίκα ἐς ἐκείνους ἀφίκωνται, οὐδαμῶς ἕξουσιν.
21.22
ἢν δέ γε ξύν τε Μαρτίνῳ καὶ Οὐλίαρι οἱ ἄνδρες οὗτοι ἐς Μεδιόλανον ἴωσι, κρατήσουσί τε, ὡς τὸ εἰκός, τῶν ταύτῃ βαρβάρων, καὶ τὴν Αἰμιλίαν καταλήψονται αὖθις, οὐδενὸς ἔτι ἀντιστατοῦντος.”
21.23
ταῦτα ἐπεὶ Ναρσῆς ἀπενεχθέντα εἶδε τὰ γράμματα, αὐτὸς μὲν Ἰωάννῃ τε καὶ Ἰουστίνῳ ἐπέστελλεν ἐς Μεδιόλανον ξὺν τῷ ἄλλῳ στρατῷ ἰέναι.
21.24
ὀλίγῳ δὲ ὕστερον Ἰωάννης μὲν ἐς τὴν παραλίαν ἐστάλη, ὅπως ἀκάτους ἐνθένδε κομίζοι, οὕτω τε διαβαίνειν τὸν ποταμὸν ὁ στρατὸς δύνηται. ἀλλὰ νόσος αὐτῷ ξυμβᾶσα τὰ πρασσόμενα διεκώλυσεν.