Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

21.10 Παῦλος μὲν τοσαῦτα εἶπε, Μαρτῖνος δὲ καὶ Οὐλίαρις ἕψεσθαί οἱ αὐτίκα δὴ μάλα ἐπαγγειλάμενοι τὸν ἄνθρωπον ἀπεπέμψαντο.
21.11 ὃς δὴ καὶ αὖθις τοὺς βαρβάρους λαθὼν ἐς Μεδιόλανον νύκτωρ εἰσῆλθε, τούς τε στρατιώτας καὶ Ῥωμαίους ἅπαντας ἐλπίσιν ἐπάρας ἔτι μᾶλλον ἐς τὴν βασιλέως πίστιν ἐπέρρωσεν.
21.12 Οὐδέν τι δὲ ἧσσον οἱ ἀμφὶ Μαρτῖνον ὄκνῳ ἐχόμενοι αὐτοῦ ἔμενον, χρόνος τε πολὺς ταύτῃ δὴ τῇ μελλησει ἐτρίβετο.
21.13 μετὰ δὲ Μαρτῖνος ἀπολύεσθαι τὴν αἰτίαν ἐθέλων Βελισαρίῳ ἔγραψε τάδε· “Ἔπεμψας ἡμᾶς ὧδε τοῖς ἐν Μεδιολάνῳ κινδυνεύουσιν ἐπαμυνοῦντας, καὶ ἡμεῖς πολλῇ σπουδῇ, ὥσπερ σὺ ἐκέλευες, ἄχρι ἐς Πάδον ποταμὸν ἥκομεν, ὃν διαβαίνειν ὁ στρατὸς δέδοικεν, ἐπεὶ δύναμίν τε Γότθων μεγάλην καὶ Βουργουζιώνων πάμπολύ τι ξὺν αὐτοῖς πλῆθος ἐν Λιγούροις εἶναι ἀκούομεν, πρὸς οὕς γε ἡμεῖς διαμάχεσθαι μόνοι οὐχ οἷοί τε οἰόμεθα εἶναι.
21.14 ἀλλὰ κέλευε Ἰωάννην τε καὶ Ἰουστῖνον ὡς τάχιστα ʽἐν γειτόνων γὰρ ἡμῖν ἐν Αἰμιλίων τῇ χώρᾳ εἰσίν’ ὁμοῦ τοῖς ἑπομένοις κινδύνου ἡμῖν τοῦδε ξυνάρασθαι.
21.15 κοινῇ γὰρ ἐνθένδε ἰόντες αὐτοί τε σῶοι εἶναι καὶ δρᾶν τι κακὸν δυνησόμεθα τοὺς
21.16 πολεμίους.” Μαρτίνου μὲν ἡ ἐπιστολὴ τοσαῦτα ἐδήλου. Βελισάριος δέ, ἐπεὶ αὐτὴν ἀνελέξατο, Ἰωάννην τε καὶ Ἰουστῖνον ἐκέλευε ξὺν τοῖς ἀμφὶ Μαρτῖνον ἐς Μεδιόλανον κατὰ τάχος ἰέναι. οἱ δὲ πράξειν οὐδὲν ἔφασκον, ὅ τι μὴ Ναρσῆς ἐπιστέλλοι σφίσι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi