Kitap 6
20.21
ἔνιοι δὲ καὶ περιγενόμενοι διεσώζοντο. ἐν Πικηνῷ μέντοι λέγονται Ῥωμαῖοι γεωργοὶ οὐχ ἥσσους ἢ πέντε μυριάδες λαοῦ λιμῷ ἀπολωλέναι, καὶ πολλῷ ἔτι πλείους ἐκτὸς κόλπου τοῦ Ἰονίου.
20.22
Ὁποῖοι δὲ τὸ εἶδος ἐγίνοντο καὶ ὅτῳ τρόπῳ ἔθνησκον αὐτὸς θεασάμενος ἐρῶν ἔρχομαι.
20.23
ἰσχνοὶ μὲν καὶ ὠχροὶ ἐγίνοντο πάντες· ἥ τε γὰρ σὰρξ ἀποροῦσα τροφῆς κατά γε τὸν παλαιὸν λόγον ἑαυτῆς ἥπτετο, καὶ ἡ χολὴ τῷ περιόντι τὸ κράτος τῶν σωμάτων ἤδη ἔχουσα οἰκείαν τινὰ εἰκασίαν ἐς ταῦτα ἠφίει.
20.24
προϊόντος δὲ τοῦ κακοῦ, πᾶσά τε αὐτοὺς ἰκμὰς ἐπελελοίπει καὶ τὸ δέρμα λίαν ἀπεσκληκὸς βύρσῃ μάλιστα ἐμφερὲς ἦν, δόκησιν παρέχον ὡς ἄρα τοῖς ὀστέοις ἐμπεπηγὸς εἴη. τό τε πελιδνὸν ἐς τὸ μέλαν μεταβαλόντες δᾳδίοις τισὶν ἐς ἄγαν καυθεῖσιν ἐῴκεσαν.
20.25
καὶ αὐτοῖς μὲν ἀεὶ τὰ πρόσωπα ἔκθαμβα ἦν, ἀεὶ δὲ δεινῶς τι μανικὸν ἔβλεπον. ἔθνησκόν τε οἱ μὲν ἀπορίᾳ τροφῆς, οἱ δὲ καὶ λίαν αὐτῆς ἐς κόρον ἰόντες.
20.26
ἐπειδὴ γὰρ σφίσιν ἀποσβεσθὲν ἅπαν τὸ θερμὸν ἔτυχεν ὅπερ ἡ φύσις ἐντὸς ἔκαυσεν, εἴ τις ἐς κόρον αὐτούς, ἀλλὰ μὴ κατὰ βραχύ, θρέψειεν, ὥσπερ τὰ ἐπὶ καιροῦ τεχθέντα παιδία, οἵδε καταπέψαι οὐκέτι τὰ σιτία ἔχοντες, πολλῷ διεφθείροντο θᾶσσον.
20.27
τινὲς δὲ τοῦ λιμοῦ ὑπερβιαζομένου ἀλλήλων ἐγεύσαντο. καὶ λέγονται γυναῖκες δύο ἐν ἀγρῷ τινι ὑπὲρ Ἀριμίνου πόλεως ἄνδρας ἑπτακαίδεκα ἐδηδοκέναι, ἅσπερ ἐν τῷ χωρίῳ μόνας περιεῖναι ξυνέπεσε.
20.28
διὸ δὴ τοὺς ἐκείνῃ πορευομένους ξένους εἰς τὸ δωμάτιον καταλύειν οὗπερ αὗται ᾤκουν ξυνέβαινεν· οὓς δὴ καθεύδοντας διαφθείρουσαι ἤσθιον.