Kitap 6
2.18
ὃν δὴ ξὺν τῷ Κουτίλᾳ θεώμενοι ἐν θαύματι μεγάλῳ ἐποιοῦντο Ῥωμαῖοι ὅτι δὴ ἱππεύοντο, οὐδεμίαν ἐπιστροφὴν τοῦ κακοῦ ἔχοντες. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.
2.19
Ἐν δὲ Νέρωνος πεδίῳ τὰ βαρβάρων πράγματα καθυπέρτερα ἦν. οἵ τε ἀμφὶ Βαλεριανὸν καὶ Μαρτῖνον, πλήθει πολλῷ πολεμίων μαχόμενοι, καρτερῶς μὲν ὑφίσταντο, ἔπασχον δὲ τὰ δεινότατα, καὶ κινδύνου ἐς μέγα τι ἀφίκοντο χρῆμα.
2.20
καὶ τότε δὴ Βελισάριος Βώχαν ἐκέλευεν ἐπαγόμενον τοὺς ξὺν αὐτῷ ἀκραιφνέσι σώμασί τε καὶ ἵπποις ἐκ τῆς ξυμβολῆς ἐπανήκοντας ἐς Νέρωνος πεδίον ἰέναι.
2.21
ἤδη δὲ ἦν τῆς ἡμέρας ὀψέ. καὶ Ῥωμαίοις τῶν ἀμφὶ Βώχαν ἐπιβεβοηθηκότων ἐκ τοῦ αἰφνιδίου τροπὴ τῶν βαρβάρων ἐγίνετο, ἐς ἣν ἐπὶ πλεῖστον Βώχας ἐμπεσὼν ἐς κύκλωσιν δυοκαίδεκα πολεμίων δόρατα φερόντων ἀφίκετο.
2.22
καὶ αὐτὸν ἔπαισαν μὲν ὁμοῦ τοῖς δόρασιν ἅπαντες. τοῦ δὲ θώρακος ὑφισταμένου αἱ μὲν ἄλλαι πληγαὶ οὐ σφόδρα ἐλύπουν, εἷς δὲ τῶν Γότθων ἐξόπισθεν ὑπὲρ μασχάλην τὴν δεξιὰν γυμνοῦ τοῦ σώματος ἄγχιστα τοῦ ὤμου ἐπιτυχὼν ἔπληξε τὸν νεανίαν, οὐ καιρίαν μέντοι, οὐδὲ ἐς θανάτου κίνδυνον ἄγουσαν.
2.23
ἔμπροσθεν δὲ ἄλλος μηρὸν αὐτοῦ τὸν εὐώνυμον νύξας τὸν ταύτῃ μυῶνα οὐκ εὐθείᾳ τινί, ἀλλ’ ἐγκαρσίᾳ πληγῇ ἔτεμε.
2.24
Βαλεριανὸς δὲ καὶ Μαρτῖνος τὰ ποιούμενα κατεῖδόν τε καί οἱ ἐπιβεβοηθηκότες ὡς τάχιστα ἔτρεψάν τε τοὺς πολεμίους καὶ τοῦ χαλινοῦ τοῦ Βώχα ἵππου ἄμφω λαβομένω ἐς τὴν πόλιν ἀφίκοντο. νύξ τε ἐπεγένετο καὶ ξὺν τοῖς χρήμασιν Εὐθάλιος ἦλθεν.