Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

17.22 ξυσκευαζόμενοί τε κατὰ τάχος τοσούτῳ θορύβῳ τε καὶ κραυγῇ εἴχοντο ὥστε οὔτε τῶν παραγγελλομένων κατήκουον οὔτε ἄλλο τι ἐν νῷ ἐποιοῦντο ἢ ὅπως ἂν αὐτὸς ἕκαστος πρῶτός τε ἀπαλλάσσοιτο τοῦ στρατοπέδου καὶ Ῥαβέννης τοῦ περιβόλου ἐντὸς γένοιτο.
17.23 καὶ εἰ μέν τι ἰσχύος ἢ θάρσους περιεῖναι τοῖς πολιορκουμένοις τετύχηκε, πλείστους τε ἂν τῶν πολεμίων ἐπεξελθόντες αὐτοῦ ἔκτειναν καὶ ξύμπας ἐνταῦθα ἂν ὁ πόλεμος ἐτελεύτησε.
17.24 νῦν δὲ τοῦτο ἐκώλυσεν ὀρρωδία τε σφίσι μεγάλη τοῖς φθάσασιν ἐπιγενομένη καὶ ἀσθένεια τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πολλοῖς ξυμπεσοῦσα. οἱ μὲν οὖν βάρβαροι θορύβου ὑπερβολῇ αὐτοῦ λειπόμενοι τῶν χρημάτων τινὰ δρόμῳ πολλῷ τὴν ἐπὶ Ῥάβενναν ἔθεον.
18.1 Πρῶτοι δὲ Ῥωμαίων Ἰλδίγερ τε καὶ οἱ ξὺν αὐτῷ ἀφικόμενοι ἐς τὸ τῶν πολεμίων χαράκωμα τῶν Γότθων ὅσοι νόσοις τισὶν ἐχόμενοι αὐτοῦ ἔμειναν ἐν ἀνδραπόδων ἐποιήσαντο λόγῳ, καὶ χρήματα πάντα ξυνέλεξαν ὅσα φεύγοντες Γότθοι ἐλίποντο.
18.2 καὶ Βελισάριος παντὶ τῷ στρατῷ ἦλθεν ἐς μέσην ἡμέραν. καὶ ἐπεὶ ὠχριῶντάς τε καὶ δεινὸν αὐχμῶντας Ἰωάννην τε καὶ τοὺς ξὺν αὐτῷ εἶδε, τοῦ θράσους ὑπαινιττόμενος τὸ ἀλόγιστον χάριτας αὐτὸν ἔφασκεν Ἰλδίγερι ὀφείλειν.
18.3 ὁ δὲ οὐκ Ἰλδίγερι, ἀλλὰ Ναρσῇ τῷ βασιλέως ταμίᾳ ὁμολογεῖν ἔφη, παραδηλῶν, οἶμαι, Βελισάριον οὐ σφόδρα ἐθελούσιον, ἀλλὰ Ναρσῇ ἀναπεισθέντα σφίσιν ἀμῦναι. καὶ τὸ λοιπὸν ἄμφω ὑποψίᾳ πολλῇ ἐς ἀλλήλους ἐχρῶντο.
18.4 διὸ δὴ οὐδὲ Ναρσῆν εἴων οἱ ἐπιτήδειοι ξὺν Βελισαρίῳ στρατεύεσθαι, ἀλλ’ ἀνέπειθον ὅσον αἰσχρὸν εἴη τῷ τῶν ἀπορρήτων βασιλεῖ κοινωνοῦντι μὴ οὐχὶ αὐτοκράτορι τοῦ στρατοῦ εἶναι, ἀλλὰ στρατηγῷ ἀνδρὶ ὑπακούειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi