Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

17.8 καὶ τὸν τιτθὸν ἑκάστη ἐδίδου αἳ δὴ πρὸς τοῦτο ἐπιτηδείως ἔχουσαι ἔτυχον. ἀλλ’ οὔτε τὸ παιδίον ἀνθρώπειον γάλα ἔτι προσίετο καὶ ἡ αἲξ αὐτοῦ μεθίεσθαι ἥκιστα ἤθελεν, ἀλλὰ μηκωμένη ἀμφὶ τὸ παιδίον ἐνδελεχέστατα, δεινὰ τοῖς παροῦσιν ἐδόκει ποιεῖσθαι, ὅτι τῷ παιδίῳ ἄγχιστα αἱ γυναῖκες ἰοῦσαι οὕτω δὴ αὐτὸ ἐνοχλοῖεν, τό τε ξύμπαν εἰπεῖν μεταποιεῖσθαι ὡς οἰκείου τοῦ βρέφους ἠξίου.
17.9 καὶ ἀπ’ αὐτοῦ αἵ τε γυναῖκες τὸ παιδίον οὐκέτι ἠνώχλουν καὶ ἡ αἲξ ἀδεέστερον ἔτρεφέ τε καὶ τὰ ἄλλα ἐπιμελομένη ἐφύλαττε. διὸ δὴ Αἴγισθον οἱ ἐπιχώριοι τοῦτο δὴ τὸ παιδίον ἐκάλουν.
17.10 καὶ ἡνίκα μοι ἐπιδημεῖν ἐνταῦθα ξυνέβη, ἐπίδειξιν τοῦ παραλόγου ποιούμενοι παρά τε τὸ παιδίον ἦγον καὶ αὐτὸ ἐξεπίτηδες,
17.11 ἵνα βοᾷ, ἐλύπουν. καὶ τὸ μὲν τοῖς λυποῦσιν ἀχθόμενον ἔκλαεν, ἀκούσασα δὲ ἡ αἲξ ʽδιεστήκει γὰρ αὐτοῦ ὅσον λίθου βολὴν’ δρόμῳ τε καὶ μηκηθμῷ ἐχομένη πολλῷ παρ’ αὐτὸ ᾔει, ὕπερθέν τε αὐτοῦ ἐλθοῦσα ἔστη, ὡς μή τις αὐτὸ λυπεῖν τὸ λοιπὸν δύνηται. τὰ μὲν οὖν ἀμφὶ τῷ Αἰγίσθῳ τούτῳ τοιαῦτά ἐστι.
17.12 Βελισάριος δὲ διὰ τῶν ταύτῃ ὀρῶν ἐχώρει. πλήθει γὰρ παρὰ πολὺ ἐλασσούμενος τῶν ἐναντίων οὐκ ἤθελεν αὐτοῖς ἐκ τοῦ εὐθέος εἰς χεῖρας ἰέναι, ἐπεὶ καὶ θανατῶντας τοῖς ξυμπεσοῦσι τοὺς βαρβάρους ἑώρα·
17.13 ᾤετο δὲ αὐτούς, ἐπειδὰν τάχιστα πύθωνται πανταχόθεν σφίσι πολεμίων ἐπιέναι στρατόν, ἀλκῆς ἂν οὐδεμιᾶς μνησθῆναι, ἀλλ’ αὐτίκα δὴ μάλα ἐς φυγὴν τρέψεσθαι. καὶ ἔτυχέ γε τῆς ἀληθοῦς δόξης, οὐκ ἔξω τοῦ ἐσομένου ὑποτοπήσας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi