Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

17.2 τῶν τε γυναικῶν αἱ μὲν ἔφευγον ἐξαπιναίως ὅπη αὐτῶν ἑκάστῃ δυνατὰ ἐγεγόνει, αἱ δὲ καταλαμβανόμεναι ἤγοντο κόσμῳ οὐδενὶ πρὸς τῶν ἐντυχόντων.
17.3 ἐν τούτῳ οὖν τῷ χωρίῳ μία τις γυνὴ ἀρτίως τεκοῦσα καὶ τὸ παιδίον ἀπολιποῦσα ἐν τοῖς σπαργάνοις ἔτυχε ἐπὶ γῆς κείμενον, καὶ εἴτε φευγουσα εἴτε ὑφ’ ὁτουοῦν καταληφθεῖσα ἐνταῦθα ἐπανήκειν οὐκέτι ἔσχεν· ἀφανισθῆναι γὰρ αὐτῇ δηλονότι ἢ ἐξ ἀνθρώπων ἢ ἐξ Ἰταλίας ξυνέπεσε.
17.4 τὸ μὲν οὖν παιδίον ἐν ταύτῃ δὴ τῇ ἐρημίᾳ γεγονὸς ἔκλαιεν. αἲξ δὲ αὐτὸ μία ἰδοῦσα ᾠκτίζετό τε καὶ πλησίον ἀφικομένη ʽἔναγχος γὰρ τεκοῦσα καὶ αὐτὴ ἔτυχἐ τὸν τιτθὸν ἐδίδου καὶ τὸ παιδίον ξὺν ἐπιμελείᾳ ἐφύλασσε,
17.5 μὴ κύων ἤ τι θηρίον αὐτὸ λυμάνηται. χρόνου τε τῇ ταραχῇ τριβέντος συχνοῦ τούτου δὴ τοῦ τιτθοῦ ἐπὶ πλεῖστον μεταλαχεῖν τὸ παιδίον ξυνέβη.
17.6 γνωσθὲν δὲ Πικηνοῖς ὕστερον ὅτι δὴ ὁ βασιλέως στρατὸς ἐπὶ Γότθων μὲν τῷ πονηρῷ ἐνταῦθα ἥκοι, Ῥωμαῖοι δὲ οὐ πείσονται οὐδὲν πρὸς αὐτοῦ ἄχαρι,
17.7 ἐπανῆλθον εὐθὺς οἴκαδε ἅπαντες. ἔν τε Οὐρβισαλίᾳ ξὺν τοῖς ἀνδράσιν αἱ γυναῖκες γενόμεναι, ὅσαι γένος Ῥωμαῖαι ἦσαν, ἐπειδὴ τὸ παιδίον ἐν τοῖς σπαργάνοις περιὸν εἶδον, τὸ γεγονὸς ξυμβάλλειν οὐδαμῆ ἔχουσαι ἐν θαύματι μεγάλῳ ὅτι δὴ βιῴη πεποίηνται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi