Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

16.12 ἢν τοίνυν ἐν τῷ παρόντι εὐημερήσωσι, τό τε φρόνημα οὐκ ἐς μακρὰν ἀπολήψονται καὶ τὸ λοιπὸν οὐκ ἐξ ἀντιπάλου μόνον ἡμῖν τῆς τόλμης, ἀλλὰ καὶ πολλῷ μειζόνως τὸν πόλεμον τόνδε διοίσουσι.
16.13 φιλοῦσι γὰρ οἱ τῶν δυσκόλων ἀπαλλασσόμενοι τῶν οὔπω δεδυστυχηκότων ἀμείνους ἀεὶ τὰς γνώμας εἶναι.” Ναρσῆς μὲν τοσαῦτα εἶπε.
16.14 Στρατιώτης δέ τις ἐξ Ἀριμίνου λαθὼν τῶν βαρβάρων τὴν φυλακὴν ἔς τε τὸ στρατόπεδον ἦλθε καὶ Βελισαρίῳ γράμματα ἔδειξεν ἃ πρὸς αὐτὸν Ἰωάννης ἔγραψεν.
16.15 ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ἅπαντα ἡμᾶς τὰ ἐπιτήδεια χρόνου πολλοῦ ἐπιλελοιπέναι καὶ τὸ λοιπὸν μήτε πρὸς τὸν δῆμον ἀντέχειν ἡμᾶς ἴσθι μήτε τοὺς ἐπιόντας ἀμύνεσθαι οἵους τε εἶναι, ἀλλ’ ἑπτὰ ἡμερῶν ἀκουσίους ἡμᾶς τε αὐτοὺς καὶ πόλιν τήνδε τοῖς πολεμίοις ἐγχειριεῖν·
16.16 περαιτέρω γὰρ βιάζεσθαι τὴν παροῦσαν ἀνάγκην ἥκιστα ἔχομεν, ἥνπερ ἀπολογεῖσθαι ὑπὲρ ἡμῶν, ἤν τι οὐκ εὐπρεπὲς δράσωμεν,
16.17 ἀξιόχρεων οἶμαι.” Ἰωάννης μὲν ἔγραψεν ὧδε. Βελισάριος δὲ διηπορεῖτό τε καὶ ἐς ἀμηχανίαν ἐπὶ πλεῖστον ἐξέπιπτε. περί τε γὰρ τοῖς πολιορκουμένοις ἐδείμαινε καὶ τοὺς ἐν Αὐξίμῳ πολεμίους ὑπώπτευε δῃώσειν μὲν ἀδεέστερον ἅπαντα περιιόντας τὰ ἐκείνῃ χωρία, σφῶν δὲ κατόπισθεν τὸ στρατόπεδον ἐνεδρεύσοντας, ἄλλως τε καὶ ἡνίκα ἂν τοῖς ἐναντίοις προσμίξειαν, πολλά τε κακὰ καὶ ἀνήκεστα, ὡς τὸ εἰκός, διεργάσεσθαι.
16.18 ἔπειτα μέντοι ἐποίει τάδε. Ἀράτιον μὲν ξὺν χιλίοις ἀνδράσιν αὐτοῦ ἔλιπεν, ἐφ’ ᾧ πρὸς τῇ θαλάσσῃ στρατόπεδον ποιήσονται, πόλεως Αὐξίμου σταδίους διακοσίους ἀπέχον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi