Kitap 6
15.35
ἐπεὶ δὲ ἡμέρας ὁδῷ ἀλλήλων διεῖχον, νύκτωρ μὲν ἀφέντες αὐτὸν ἅπαντες ἐς τοὺς ἐπηλύτας αὐτόμολοι ἦλθον, αὐτὸς δὲ μόνος ἐς Βυζάντιον ἀποδρὰς ᾤχετο.
15.36
καὶ βασιλεὺς μὲν πάσῃ δυνάμει κατάγειν ἐς τὴν ἀρχὴν αὐτὸν ἐν σπουδῇ ἐποιεῖτο, Ἔρουλοι δὲ δύναμιν τῶν Ῥωμαίων δειμαίνοντες Γήπαισι προσχωρεῖν ἔγνωσαν. αὔτη μὲν Ἐρούλοις αἰτία τῆς ἀποστάσεως γέγονε.
16.1
Βελισάριος δὲ καὶ Ναρσῆς ξὺν ἀμφοτέροις στρατεύμασιν ἀλλήλοις ἀνεμίγνυντο ἀμφὶ πόλιν Φίρμον, ἣ κεῖται μὲν παρὰ τὴν ἠϊόνα τοῦ Ἰονίου κόλπου, ἀπέχει δὲ Αὐξίμου πόλεως ἡμέρας ὁδόν.
16.2
ἐνταῦθα δὲ ξὺν πᾶσι τοῖς τοῦ στρατοῦ ἄρχουσιν ἐν βουλῇ ἐποιοῦντο, ὅπη ποτὲ σφίσι πρότερον ἐπὶ τοὺς πολεμίους ἰοῦσι μᾶλλον ξυνοίσει.
16.3
ἤν τε γὰρ ἐπὶ τοὺς Ἀρίμινον πολιορκοῦντας χωρήσειαν, τοὺς ἐν Αὐξίμῳ ὑπώπτευον μὴ κατὰ νώτου ἰόντες σφᾶς τε καὶ Ῥωμαίους τοὺς ταύτῃ ᾠκημένους τὰ ἀνήκεστα, ὡς τὸ εἰκός, δράσωσι, καὶ ἀμφὶ τοῖς πολιορκουμένοις ἐδείμαινον μὴ τῇ ἀπορίᾳ τῶν ἀναγκαίων δεινόν τι πάθωσιν.
16.4
οἱ μὲν οὖν πλεῖστοι Ἰωάννῃ χαλεπῶς ἔχοντες ἐποιοῦντο τοὺς λόγους. ἐπεκάλουν γάρ οἱ ὅτι θράσει τε ἀλογίστῳ καὶ χρημάτων πολλῶν ἔρωτι ἐς τόσον κινδύνου ἀφίκοιτο, καὶ οὐκ ἐν τάξει οὐδὲ ᾗ Βελισάριος ἐξηγεῖτο ἐῴη τὰ τοῦ πολέμου περαίνεσθαι.
16.5
Ναρσῆς δὲ ʽκαὶ γάρ οἱ φίλτατος ἦν Ἰωάννης ἀνθρώπων ἁπάντων’ δείσας μὴ Βελισάριος πρὸς τὰ τοῖς ἄρχουσιν εἰρημένα ἐνδοὺς ἐν δευτέρῳ τὰ ἐν Ἀριμίνῳ πράγματα θῆται ἔλεξε τοιάδε·