Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

15.26 οὕτω μὲν Θουλῖται βιοῦσιν. ὦν ἔθνος ἓν πολυάνθρωπον οἱ Γαυτοί εἰσι, παρ’ οὓς δὴ Ἐρούλων τότε οἱ ἐπηλύται ἱδρύσαντο.
15.27 Νῦν δὲ Ἔρουλοι οἳ δὴ παρὰ Ῥωμαίοις ᾤκηνται, φόνου σφίσι τοῦ βασιλέως ἐξειργασμένου, ἔπεμψαν τῶν λογίμων τινὰς ἐς Θούλην τὴν νῆσον, τοὺς διερευνησομένους τε καὶ κομιοῦντας, ἤν τινα ἐνταῦθα εὑρεῖν αἵματος τοῦ βασιλείου οἷοί τε ὦσιν.
15.28 ἐπεί τε οἱ ἄνδρες οὗτοι ἐν τῇ νήσῳ ἐγένοντο, πολλοὺς μὲν ἐνταῦθα γένους τοῦ βασιλείου εὗρον, ἕνα μέντοι ἀπολέξαντες ὅσπερ αὐτοῖς μάλιστα ἤρεσκεν, ὀπίσω ἀναστρέφοντες ξὺν αὐτῷ ᾔεσαν.
15.29 ὃς δὴ ἐπεὶ ἐν Δανοῖς ἐγένετο, τελευτᾷ νόσῳ. διὸ δὴ αὖθις οἱ ἄνδρες οὗτοι ἐν τῇ νήσῳ γενόμενοι ἕτερον ἐπηγάγοντο Δάτιον ὄνομα. ᾧ δὴ ὅ τε ἀδελφὸς Ἄορδος εἵπετο καὶ τῶν ἐν Θούλῃ Ἐρούλων νεανίαι διακόσιοι.
15.30 χρόνου δὲ αὐτοῖς ἐν τῇ πορείᾳ ταύτῃ τριβέντος συχνοῦ Ἐρούλοις τοῖς ἀμφὶ Σιγγιδόνον ἔννοια γέγονεν ὡς οὐ τὰ ξύμφορα σφίσιν αὐτοῖς ποιοῖεν ἐκ Θούλης ἀρχηγὸν ἐπαγόμενοι Ἰουστινιανοῦ βασιλέως οὔτι ἐθελουσίου.
15.31 πέμψαντες οὖν ἐς Βυζάντιον βασιλέως ἐδέοντο ἄρχοντα σφίσι πέμψαι, ὃν ἂν αὐτῷ βουλομένῳ εἴη.
15.32 ὁ δὲ αὐτοῖς τῶν τινα Ἐρούλων ἐκ παλαιοῦ διατριβὴν ἐνταῦθα ἔχοντα εὐθὺς ἔπεμψε, Σουαρτούαν ὄνομα.
15.33 ὅνπερ Ἔρουλοι εἶδον μὲν τὰ πρῶτα καὶ προσεκύνησαν ἄσμενοι ἐπιστέλλοντί τε τὰ εἰωθότα ἐπήκουον· ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον ἧκέ τις ἀγγέλλων τοὺς ἐκ Θούλης νήσου ἄγχιστά πη εἶναι.
15.34 καὶ Σουαρτούας μὲν ὡς ἀπολέσων αὐτοὺς ὑπαντιάζειν ἐκέλευεν, Ἔρουλοι δὲ τὸ βούλευμα ἐπαινέσαντες εὐθὺς εἵποντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi