Kitap 6
2.9
ἐκ δὲ πυλίδος Πιγκιανῆς ἱππέας ἑξακοσίους ἐπὶ τῶν βαρβάρων τὰ χαρακώματα ἔστελλεν·
2.10
οἷς δὴ τρεῖς τῶν αὑτοῦ δορυφόρων ἐπέστησεν, Ἀρτασίρην τε ἄνδρα Πέρσην καὶ Βώχαν Μασσαγέτην γένος καὶ Κουτίλαν Θρᾷκα. καὶ πολλοὶ μὲν αὐτοῖς τῶν ἐναντίων ἀπήντησαν.
2.11
χρόνον δὲ πολὺν ἡ μάχη ἐν χερσὶν οὐκ ἐγίνετο, ἀλλ’ ἐπιοῦσί τε ὑπεχώρουν ἀλλήλοις καὶ τὰς διώξεις ἑκάτεροι ἀγχιστρόφους ποιούμενοι ἐῴκεισαν βουλομένοις ἐς τοῦτο σφίσι δαπανᾶσθαι τὸν τῆς ἡμέρας χρόνον.
2.12
προϊόντες μέντοι ὀργῇ ἐς ἀλλήλους εἴχοντο ἤδη· καρτερᾶς τε γεγενημένης τῆς ξυμβολῆς, ἑκατέρων μὲν πολλοὶ καὶ ἄριστοι ἔπεσον, ἀμφοτέροις δὲ ἀπό τε τῆς πόλεως καὶ τῶν χαρακωμάτων ἐπίκουροι ἦλθον.
2.13
ὧν δὴ ἀναμιγνυμένων τοῖς μαχομένοις ἔτι μᾶλλον ὁ πόνος ἐπὶ μέγα ᾔρετο. καὶ ἡ κραυγὴ τήν τε πόλιν καὶ τὰ στρατόπεδα περιλαβοῦσα τοὺς μαχομένους ἐξέπλησσε.
2.14
τέλος δὲ Ῥωμαῖοι ἀρετῇ ὠσάμενοι τοὺς πολεμίους ἐτρέψαντο. Ἐν τούτῳ τῷ ἔργῳ Κουτίλας μέσην τὴν κεφαλὴν ἀκοντίῳ πληγεὶς καὶ ταύτῃ τὸ δοράτιον ἐμπεπηγὸς ἔχων ἐδίωκε.
2.15
τῆς τε τροπῆς γενομένης ἅμα τοῖς περιοῦσιν ἐς τὴν πόλιν ἀμφὶ ἡλίου δύσιν ἐσήλασε, κραδαινομένου οἱ ἐν τῇ κεφαλῇ τοῦ ἀκοντίου, θέαμα λόγου πολλοῦ ἄξιον.
2.16
ἐν τούτῳ δὲ καὶ Ἄρζην, τῶν Βελισαρίου ὑπασπιστῶν ἕνα, τῶν τις Γότθων τοξότης μεταξὺ τῆς τε ῥινὸς καὶ ὀφθαλμοῦ τοῦ δεξιοῦ βάλλει.
2.17
καὶ τοῦ μὲν τοξεύματος ἡ ἀκὶς ἄχρι ἐς τὸν αὐχένα ὀπίσω διῆλθεν, οὐ μέντοι διεφάνη, τοῦ δὲ ἀτράκτου τὸ λειπόμενον ἐπῆν τε τῷ προσώπῳ καὶ ἱππευομένου τοῦ ἀνθρώπου ἐσείετο.