Kitap 6
15.10
τὸν γὰρ ἥλιόν φασι τὰς τεσσαράκοντα ἡμέρας ἐκείνας οὐ δύειν μέν, ὥσπερ εἴρηται, φαίνεσθαι δὲ τοῖς ταύτῃ ἀνθρώποις πὴ μὲν πρὸς ἕω, πὴ δὲ πρὸς ἑσπέραν.
15.11
ἐπειδὰν οὖν ἐπανιὼν αὖθις ἀμφὶ τὸν ὁρίζοντά τε γινόμενος ἐς τὸν αὐτὸν ἀφίκηται χῶρον, οὗπερ αὐτὸν ἀνίσχοντα τὰ πρότερα ἑώρων, ἡμέραν οὕτω καὶ νύκτα μίαν παρῳχηκέναι διαριθμοῦνται.
15.12
καὶ ἡνίκα μέντοι ὁ τῶν νυκτῶν χρόνος ἀφίκηται, τῆς τε σελήνης τῶν τε ἄστρων ἀεὶ τοῖς δρόμοις τεκμηριούμενοι τὸ τῶν ἡμερῶν λογίζονται μέτρον.
15.13
ὁπηνίκα δὲ πέντε καὶ τριάκοντα ἡμερῶν χρόνος τῇ μακρᾷ ταύτῃ διαδράμοι νυκτί, στέλλονταί τινες ἐς τῶν ὀρῶν τὰς ὑπερβολάς, εἰθισμένον αὐτοῖς τοῦτό γε, τόν τε ἥλιον ἀμηγέπη ἐνθένδε ὁρῶντες ἀπαγγέλλουσι τοῖς κάτω ἀνθρώποις, ὅτι δὴ πέντε ἡμερῶν ἥλιος αὐτοὺς καταλάμψοι.
15.14
οἱ δὲ πανδημεὶ πανηγυρίζουσιν εὐαγγέλια καὶ ταῦτα ἐν σκότῳ. αὕτη τε Θουλίταις ἡ μεγίστη τῶν ἑορτῶν ἐστι·
15.15
δοκοῦσι γάρ μοι περιδεεῖς ἀεὶ γίνεσθαι οἱ νησιῶται οὗτοι, καίπερ ταὐτὸ συμβαῖνον σφίσιν ἀνὰ πᾶν ἔτος, μή ποτε αὐτοὺς ἐπιλείποι τὸ παράπαν ὁ ἥλιος.
15.16
Τῶν δὲ ἱδρυμένων ἐν Θούλῃ βαρβάρων ἓν μόνον ἔθνος, οἳ Σκριθίφινοι ἐπικαλοῦνται, θηριώδη τινὰ βιοτὴν ἔχουσιν. οὔτε γὰρ ἱμάτια ἐνδιδύσκονται οὔτε ὑποδεδεμένοι βαδίζουσιν οὔτε οἶνον πίνουσιν οὔτε τι ἐδώδιμον ἐκ τῆς γῆς ἔχουσιν.
15.17
οὔτε γὰρ αὐτοὶ γῆν γεωργοῦσιν οὔτε τι αὐτοῖς αἱ γυναῖκες ἐργάζονται, ἀλλὰ ἄνδρες ἀεὶ ξὺν ταῖς γυναιξὶ τὴν θήραν μόνην ἐπιτηδεύουσι.
15.18
θηρίων τε γὰρ καὶ ἄλλων ζῴων μέγα τι χρῆμα αἵ τε ὗλαι αὐτοῖς φέρουσι, μεγάλαι ὑπερφυῶς οὖσαι, καὶ τὰ ὄρη ἃ ταύτῃ ἀνέχει.