Kitap 6
15.2
οὗτοι γοῦν πολλῶν ἐκ τοῦ βασιλείου αἵματος ἡγουμένων σφίσιν ἤμειψαν μὲν τὰ Σκλαβηνῶν ἔθνη ἐφεξῆς ἅπαντα, ἔρημον δὲ χώραν διαβάντες ἐνθένδε πολλὴν ἐς τοὺς Οὐάρνους καλουμένους ἐχώρησαν.
15.3
μεθ’ οὓς δὴ καὶ Δανῶν τὰ ἔθνη παρέδραμον οὐ βιαζομένων σφᾶς τῶν τῇδε βαρβάρων.
15.4
ἐνθένδε τε ἐς ὠκεανὸν ἀφικόμενοι ἐναυτίλλοντο, Θούλῃ τε προσχόντες τῇ νήσῳ αὐτοῦ ἔμειναν. Ἔστι δὲ ἡ Θούλη μεγίστη ἐς ἄγαν· Βρεττανίας γὰρ αὐτὴν πλέον ἢ δεκαπλασίαν ξυμβαίνει εἶναι.
15.5
κεῖται δὲ αὐτῆς πολλῷ ἄποθεν πρὸς βορρᾶν ἄνεμον. ἐν ταύτῃ τῇ νήσῳ γῆ μὲν ἔρημος ἐκ τοῦ ἐπὶ πλεῖστον τυγχάνει οὖσα, ἐν χώρᾳ δὲ τῇ οἰκουμένῃ ἔθνη τριακαίδεκα πολυανθρωπότατα ἵδρυται· βασιλεῖς τέ εἰσι κατὰ ἔθνος ἕκαστον.
15.6
ἐνταῦθα γίνεταί τι ἀνὰ πᾶν ἔτος θαυμάσιον οἷον. ὁ γὰρ ἥλιος ἀμφὶ θερινὰς μὲν τροπὰς μάλιστα ἐς ἡμέρας τεσσαράκοντα οὐδαμῆ δύει, ἀλλὰ διηνεκῶς πάντα τοῦτον τὸν χρόνον ὑπὲρ γῆς φαίνεται.
15.7
μησὶ δὲ οὐχ ἧσσον ἢ ἓξ ὕστερον ἀμφὶ τὰς χειμερινάς που τροπὰς ἥλιος μὲν ἐς ἡμέρας τεσσαράκοντα τῆς νήσου ταύτης οὐδαμῆ φαίνεται, νὺξ δὲ αὐτῆς ἀπέραντος κατακέχυται· κατήφειά τε ἀπ’ αὐτοῦ ἔχει πάντα τοῦτον τὸν χρόνον τοὺς τῇδε ἀνθρώπους, ἐπεὶ ἀλλήλοις ἐπιμίγνυσθαι μεταξὺ οὐδεμιᾷ μηχανῇ ἔχουσιν.
15.8
ἐμοὶ μὲν οὖν ἐς ταύτην ἰέναι τὴν νῆσον τῶν τε εἰρημένων αὐτόπτῃ γενέσθαι, καίπερ γλιχομένῳ, τρόπῳ οὐδενὶ ξυνηνέχθη.
15.9
τῶν μέντοι ἐς ἡμᾶς ἐνθένδε ἀφικομένων ἐπυνθανόμην ὅπη ποτὲ οἷοί τέ εἰσι τῶν ἡμερῶν λογίζεσθαι τὸ μέτρον οὔτε ἀνίσχοντος οὔτε δύοντος τοῖς καθήκουσι χρόνοις ἐνταῦθα ἡλίου. οἵπερ ἐμοὶ λόγον ἀληθῆ τε καὶ πιστὸν ἔφρασαν.