Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 6

14.36 οὐ φέροντος αὐτοῖς αἰσχύνην τοῦ ἔργου. καὶ μίξεις οὐχ ὁσίας τελοῦσιν, ἄλλας τε καὶ ἀνδρῶν καὶ ὄνων, καί εἰσι πονηρότατοι ἀνθρώπων ἁπάντων καὶ κακοὶ κακῶς ἀπολούμενοι.
14.37 Ὕστερον δὲ αὐτῶν ὀλίγοι μέν τινες ἔνσπονδοι Ῥωμαίοις διέμειναν, ὥσπερ μοι ἐν τοῖς ὄπισθεν λόγοις γεγράψεται· οἱ δὲ λοιποὶ ἅπαντες ἀπέστησαν ἐξ αἰτίας τοιᾶσδε.
14.38 Ἔρουλοι τὸ τοῦ τρόπου θηριῶδές τε καὶ μανιῶδες ἐνδειξάμενοι ἐς τὸν αὐτῶν ῥῆγα ʽἦν δὲ οὗτος ἀνὴρ Ὄχος ὄνομἀ, ἐξαπιναίως τὸν ἄνθρωπον ἀπ’ οὐδεμιᾶς αἰτίας ἔκτειναν, ἄλλο οὐδὲν ἐπενεγκόντες ἢ ὅτι ἀβασίλευτοι τὸ λοιπὸν βούλονται εἶναι.
14.39 καίτοι καὶ πρότερον ὄνομα μὲν αὐτοῖς ὁ βασιλεὺς εἶχεν, ἰδιώτου δὲ ὁτουοῦν οὐδέν τι σχεδὸν ἐφέρετο πλέον.
14.40 ἀλλὰ καὶ ξυγκαθῆσθαι αὐτῷ ἅπαντες καὶ ξύσσιτοι εἶναι ἠξίουν, καὶ ἀνέδην ὅστις βούλοιτο ἐς αὐτὸν ὕβριζεν·
14.41 ἀσυνθετώτεροι γὰρ ἢ ἀσταθμητότεροι Ἐρούλων εἰσὶν ἀνθρώπων οὐδένες. τοῦ δὲ κακοῦ σφίσιν ἐξειργασμένου μετέμελεν ἤδη.
14.42 ἔφασκον γὰρ ἄναρχοί τε καὶ ἀστρατήγητοι βιοτεύειν οὐχ οἷοί τε εἶναι· πολλὰ γοῦν σφίσι βουλευσαμένοις ἄμεινον τῷ παντὶ ἔδοξεν εἶναι τῶν τινα γένους τοῦ βασιλείου μεταπέμψασθαι ἐκ Θούλης τῆς νήσου. ὅ τι δὲ τοῦτό ἐστιν αὐτίκα δηλώσω.
15.1 Ἡνικα Ἔρουλοι Λαγγοβαρδῶν ἡσσηθέντες τῇ μάχῃ ἐξ ἠθῶν τῶν πατρίων ἀνέστησαν, οἱ μὲν αὐτῶν, ὥσπερ μοι ἔμπροσθεν δεδιήγηται, ᾠκήσαντο ἐς τὰ ἐν Ἰλλυριοῖς χωρία, οἱ δὲ δὴ ἄλλοι Ἴστρον ποταμὸν διαβαίνειν οὐδαμῆ ἔγνωσαν, ἀλλ’ ἐς αὐτάς που τὰς ἐσχατιὰς τῆς οἰκουμένης ἱδρύσαντο·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi